# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 1.1-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 167b1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/1.1-3

Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντι- στρέφειν τὴν ἀκολούθησιν. Ὁ παρὰ τὸ ἑπόμενον ἔλεγχος πέμπτος ἐστὶ τρόπος τῶν ἐκτὸς τῆς λέξεως φαινομένων ἐλέγχων. μέρος δέ ἐστι τοῦ παρὰ τὸ συμβεβηκὸς παραλογισμοῦ, ὃς πρῶτός ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων· τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης προιὼν ἐρεῖ· ἀμφότεροι γὰρ οὗτοι οἱ σοφισμοὶ ἀπὸ συμβεβηκότος ὥρμηνται. διαφέρουσι δέ, ὅτι ὁ μὲν παρὰ τὸ συμβεβηκὸς οὐκ | ἀντιστρέφει τοὺς ὅρους, ἀλλ’ οὑτωσὶ συλλογίζεται· ὁ Σωκράτης ζῷον, τὸ ζῷον γένος, ὁ Σωκράτης ἄρα γένος· ὁ δὲ παρὰ τὸ ἑπόμενον ὡς ἀντιστρέφοντας λαμβάνει τοὺς ὅρους καὶ γίνεται, ὅταν καὶ τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. ἐπειδὴ γὰρ ἕπεται τῷ κλέπτῃ τὸ νύκτωρ πλανᾶσθαι, ἀντιστρέφοντες οἱ σοφισταὶ λέγουσι καὶ ‘ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί᾿ καὶ ἐπειδὴ τὸ μέλι ξανθόν ἐστι, καὶ τὸ ξανθὸν μέλι εἶναί φασι. καὶ κατὰ τοῦτο τὸν κατασοφισμὸν συμβαίνει γίνεσθαι. οὐκ ἀνάγκη δέ, εἰ ὁ μοιχὸς καλλωπίζεται, καὶ τὸν καλλωπιζόμενον μοιχὸν εἶναι· πολλοῖς γὰρ ταῦτα ὑπάρχει, λέγω δὲ καὶ τὸ νύκτωρ πλανᾶσθαι καὶ τὸ καλλωπίζεσθαι· τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει. ἀλλὰ τοιαύτη μὲν ἡ τῶν λεγομένων διάνοια. τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει· ὅταν γὰρ μέλιτος ὄντος ἐξ ἀνάγκης ἕπεται καὶ τὸ ξανθόν, καὶ τινὸς ξανθοῦ ὄντος οἴονται εἶναι μέλι· καὶ γίνεται ὁ παραλογισμὸς ἐντεῦθεν· συμβαίνει γὰρ εἶναι χολήν, ἥτις ἐστὶ ξανθή, πλὴν οὐχὶ καὶ μέλι. ὁ δὲ παραλογιζόμενος οὕτως ἀπατᾷ· οὐχὶ τὸ μέλι ξανθόν ἐστί; ναί· ὥστε καὶ τὸ ξανθὸν μέλι· ἡ δὲ χολὴ ξανθή· ἡ χολὴ ἄρα μέλι. καὶ αἱ περὶ τὴν δόξαν ἀπάται ἐντεῦθεν τίκτονται· ἡ μὲν γὰρ γεῦσις ἀντιλαμβάνεται τοῦ μέλιτος ὡς γλυκέος, ἡ δὲ ὄψις ὡς ξανθοῦ· ἀφ’ ὧν ἡ δόξα τὰ πάθη συνθεῖσα καὶ ὡς ἓν δοξάζουσα, ὁπηνίκα ἐνεργεῖ ἡ ὄψις περί τι ξανθὸν καὶ ὁρᾷ τι χολοβαφές, εὐθὺς καὶ μέλι τοῦτο εἶναι δοξάζει. πάλιν ἐπειδὴ ἐξ ἀνάγκης ὄμβρου κατενηνεγμένου ἡ γῆ διάβροχος γίνεται, καὶ ὁπηνίκα ὕδατος ἔκχυσις γένηται, ὑετοῦ καταφορὰν γενέσθαι νομίζομεν. ἐντεῦθεν καὶ τὸν ἥλιον πολλάκις ποδιαῖον ἡ ὄψις εἶναι δοξάζει διὰ τὸ ἕπεσθαι ταῖς τῆς ὄψεως φαντασίαις. οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς ῥητορικοῖς συλλογισμοῖς αἱ σημειώδεις ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται. ἐπειδὴ γὰρ σημεῖον τοῦ μοιχοῦ τὸ καλλωπίζεσθαί ἐστι καὶ τοῦ κλέπτου τὸ νυκτὸς πλανᾶσθαι ἕπεται γὰρ καὶ τῷ μοιχῷ τὸ καλλωπίζεσθαι καὶ τῷ κλέπτῃ τὸ νυκτοπορεῖν), διὰ τοῦτο αἱ ῥητορικαὶ ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται· ὁ γὰρ βουλόμενος δεῖξαι ὅτι μοιχός ἐστι, τὸ ἑπόμενον ἔλαβεν, ὅτι καλλωπιστής, καὶ ὁ τὸν κλέπτην ἐλέγξαι βουλόμενος ὅτι νύκωρ πλανᾶται. τὸ δὲ πολλοῖς μὲν ταῦτα ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει λύσις ἐστί. κατηγορούμενον δὲ λέγει τὴν μὲν μοιχείαν κατηγο- ρίαν τοῦ καλλωπίζεσθαι, τοῦ δὲ νυκτὸς βαδίζειν τὸ κλέπτειν, οὐχ ὡς ἀληθῶς κατηγορουμένων εἴρηται γὰρ ὡς οὐκ ἀνάγκη ἀντιστρέφειν), ἀλλ’ ὡς ὑπὸ τῶν σοφιστῶν ὡς κατηγορουμένων λαμβανομένων. ὁμοίως δέ, φησί, καὶ ἐν τοῖς συλλογιστικοῖς, ἤτοι τοῖς κατὰ συλλογισμὸν δοκοῦσι προβαίνειν λόγοις, οἷος δοκεῖ καὶ ὁ τοῦ Μελίσσου εἶναι. οὗτος γάρ, δεῖξαι θέλων ὅτι ὅν ἐστι τὸ ὂν καὶ ἄπειρον, κατεσκεύαζε τοῦτο διὰ τῆς σὺν ἀντιθέσει τάχα ἀντιστροφῆς λέγων ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον λοιπὸν οὐχ ἕξει ἀρχήν· εἶτα προσετίθει καὶ τὴν ἑτέραν πρότασιν, ὅτι τὸ μὴ ἀρχὴν ἔχον ἄπειρον, ὡς εἶναι τοιοῦτον τὸ συλλογιζόμενον· τὸ ὂν οὐ γέγονε, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἔχον ἀρχὴν ἄπειρον, τὸ ὂν ἄπειρον. τούτου γοῦν τοῦ λόγου πολλὰ μὲν καὶ ἄλλ’ ἄττα αἰτιάματα ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως εἴρηται τῷ Ἀριστοτέλει· ἀπεδείχθη δὲ καὶ τὸ ἡμαρτημένον, ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ταύτης γὰρ τῇ ἀναιρέσει τοῦ ἑπομένου καὶ τὸ ἡγούμενον ἀναιρούσης οὐχ οὕτως ἔχει καὶ ἡ παρὰ τοῦ Μελίσσου. εἰ μὲν γὰρ ἄνθρωπός ἐστιν, ἕπεται καὶ ζῷον εἶναι ἐξ ἀνάγκης· ζῴου δὲ μὴ ὄντος εὔδηλον ὡς οὐδὲ ἄνθρωπος. ἐχρῆν οὖν καὶ τὸν Μέλισσον οὕτως ἀντιστρέψαι καὶ εἰπεῖν, ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐ γέγονεν· ὁ δ’ οὐχ οὕτω πεποίη|κεν, ἀλλὰ τῇ ἀναιρέσει τοῦ ἡγουμένου συνανεῖλε καὶ τὸ ἑπόμενον. ἀλλ’ ἐπισκεπτέον αὖθις τὰ ῥητὰ κατὰ λέξιν. οἷον ὁ Μελίσσου λόγος ὅτι ἄπειρον τὸ ἅπαν. ἐδείκνυε, φησίν, ὁ Μέλισσος ὅτι ἄπειρον τὸ ἅπαν, τουτέστι τὸ ὄν· τὸ γὰρ ἅπαν ἀντὶ τοῦ ὄντος εἴληφεν. ἐδείκνυε δὲ τοῦτο λαμβάνων ὅτι τὸ ὂν ἀγένητον, ἤτοι τὸ ὂν οὐ γέγονε. καὶ τίθησι τὴν τούτου κατασκευήν· εἰ γὰρ τὸ ὂν λέγει τις γενέσθαι, ἢ ἐξ ὄντος ἄν γένοιτο ἢ ἐκ μὴ ὄντος· ἀλλ’ ἐξ ὄντος μὲν γενέσθαι οὐκ ἐνδέχεται· τὰ αὐτὰ γὰρ καὶ περὶ ἐκείνου ζητήσομεν· ὁμοίως δὲ ἀδύνατον καὶ ἐκ μὴ ὄντος εἰπεῖν γενέσθαι τὸ ὄν, διὰ τὸ κοινὸν ἀξίωμα εἶναι τῶν φιλοσόφων μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι· συνάγεται λοιπὸν τὸ ὂν ἀγένητον εἶναι. εἰ γοῦν τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐχ ἕξει· τὸ δὲ μὴ ἔχον ἀρχὴν ἄπειρον. πρὸς τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὡς οὐκ ἀνάγκη, εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι. τοιοῦτον δέ τινα νοῦν ἔχει τὸ λεγόμενον. ὁ Μέλισσος τὸ μὴ γεγονέναι καὶ τὸ ἀρχὴν μὴ ἔχειν ταὐτὸν ἐνόμιζεν εἶναι καὶ ἐξισάζειν καὶ ἀντιστρέφειν. ὑπήχθη δὲ εἰς ταύτην τὴν ἔννοιαν ἀπὸ τοῦ καὶ τὸ γενό- μένον καὶ τὸ ἀρχὴν ἔχον ταὐτὰ οἴεσθαι καὶ ἀντιστρέφοντα, ὥστε καὶ πᾶν τὸ γενόμενον ἀρχὴν ἔχειν καὶ πᾶν τὸ ἀρχὴν ἔχον γεγονέναι, ὃ ψεῦδός ἐστιν· εἰσὶ γάρ τινα ἀρχὴν μὲν ἔχοντα μὴ γεγονότα δέ, ὡς τὰ οὐράνια καὶ θεῖα σώματα. εἰ γοῦν τοῦτο ψεῦδος, δῆλον ὡς οὐδὲ τὸ μὴ γενόμενον καὶ τὸ μὴ ἀρχὴν ἔχον ταὐτά εἰσιν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
