# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 173b1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/1

Έἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρὸς τι. ’Ex ποίων ἢ καὶ ἐν τίσιν οἱ ποιοῦντες τὴν ἀδολεσχίαν γίνονται λόγοι, νῦν προστίθησι, καὶ φησὶν ὅτι ἐν ἐκείνοις τῶν πρός τι οἱ τοιοῦτοι τῶν λόγων γίνονται, ἐφ’ ὅσων μὴ μόνον τὰ γένη πρός τι ἀποδίδοται ἄλλο ἀλλὰ καὶ αὐτά. οἷον ἡ ἐπιθυμία ἡδέος ἐστὶν ἐπιθυμία καὶ πρός τι λέγεται· ἀλλὰ καὶ ἡ] οἷον γένος αὐτῆς ἡ ὄρεξις πρός τι καὶ αὐτὴ λέγεται· ὀρεκτοῦ γάρ τινος ὄρεξίς ἐστιν. ἀλλὰ καὶ ἐν ἐκείνοις, ὅσων μὴ ὄντων πρός τι κατηγορουμένων δὲ κατὰ οὐσίας τινὸς παραλαμβάνεται ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ ὑποκειμένη αὐτοῖς οὐσία, καὶ ὅλως ἐν ἐκείνοις ὧν ἕξεις εἰσὶν ἢ πάθη καθ’ αὑτὸ κατηγορούμενα τῶν ὑποκειμένων. οἷον ἡ σιμότης πάθος ἐστὶ καθ’ αὑτὸ κατηγορούμενον τῆς ῥινός, καὶ ἐν τῷ λόγῳ αὐτοῦ παραλαμβάνεται καὶ τὸ ὑποκείμενον καθ’ οὗ κατηγορεῖται, ἡ ῥίς· ὁ γὰρ αὐτὴν τὴν ἐν ῥινὶ σιμότητα ὁριζόμενος οὕτω λέγει· σιμότης ἐστὶ κοίλανσις ἐν ῥινί. ἠδολέσχησεν οὖν οὕτως πὼς ὁρισάμενος· εἰπὼν γὰρ σιμότητα καὶ ῥῖνα συνέλαβε· προσθεὶς δὲ πάλιν ἐνεργείᾳ τὸ ἐν ῥινὶ δὶς τὸ ῥὶς [ῥὶς] ἔλαβε. τοιοῦτόν ἐστι καὶ τὸ ‘ἀριθμός ἐστι μέσον ἔχων τὸ περιττόν᾿· ἐπειδὴ γὰρ καὶ τοῦτο πάθος ἐστὶ τοῦ ἀριθμοῦ κατηγορούμενον, ὁπηνίκα τὸ περιττὸν ὁριζόμενος τὸ ἀριθμὸς παραλήψομαι, δὶς εἰλήφειν αὐτόν· περιττὸν γὰρ εἰπὼν τρόπον τινὰ καὶ ἀριθμὸν εἰρήκειν· προστέθεικα δὲ καὶ ἐνεργείᾳ τὸ ἀριθμός, ὥστε δὶς ἔφην τὸ αὐτό.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
