# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 10.1-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 180a10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/10.1-2

Εἰ δ’ ἄρα πολλαχῶς· καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι. Λείποι ἂν τῷ λόγῳ τὸ οὐ καλῶς λέγει’, καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον· εἰ δέ τις τὸ τοῦτο τούτων ἢ τὸ οὗτος τούτου πολλαχῶς λέγεσθαι φήσει, ὅτι καὶ ὁ λόγος ὁ λέγων τὸν ἄνθρωπον τῶν ζῴων πολλαχῶς λέγεται, εἰ οὖν τοῦτό τις εἴποι, οὐ καλῶς λέγει. καὶ τὴν αἰτίαν τοῦ μὴ καλῶς λέγειν τὸν εἰπόντα τοῦτο γοργῶς τέθεικε διὰ τοῦ ἀλλ’ οὔ τι κτῆμα, ὅπερ ἴσον ἐστὶ τῷ ἰού γὰρ λέγεται κτῆμα’. ἔστι δὲ ἡ σύμπασα τῶν λέξεων διάνοια τοιαύτη. εἰ μὲν γὰρ ὁ ἄνθρωπος καθ’ ἕνα μὲν τρόπον ἐλέγετο τῶν ζώων, διότι ζῷόν ἐστι (πᾶν γὰρ ζῷον οὐ τῶν μὴ ζῴων ἀλλὰ τῶν ζῴων), κατ’ ἄλλον δὲ πάλιν ἐλέγετο τῶν ὤων, ὥσπερ ὁ Πειραιεύς, μᾶλλον δὲ ἡ Τάναγρα τῶν Ἀθηναίων (λέγεται γὰρ ταῦτα τῶν Ἀθηναίων ὡς κτήματα), τότε δὴ τότε καὶ τὸ τόδε τοῦδε ἢ τὸ τοῦτο τούτων ἐλέγετο ἂν πολλαχῶς. ἐπεὶ δὲ ὁ ἄνθρωπος τῶν ζῴων’ οὐ λέγεται πολλαχῶς (οὐδεις γὰρ ἀκούσας αὐτὸν τῶν ζῴων ὡς κτῆμα εἶναι τῶν ζῴων ἀκούει, ἀλλ’ ὅτι ζῷόν ἐστιν· οὐ γὰρ λέγεται κυρίως ὁ ἄνθρωπος τῶν ζῴων ὡς κτῆμα τῶν ζῴων, οὐδ’ ὁ τοῦτο λέγων κυριολεκτεῖ), ἐπεὶ οὖν ‘ὁ ἄνθρωπος τῶν ζῴων οὐ λέγεται πολλαχῶς, οὐδὲ τὸ τούτου δηλωτικόν (ἔστι δὲ τὸ τοῦτο τούτων) διττόν ἐστιν. ὥστε οὐδὲ τὸ σημαντικὸν τοῦ δούλου καὶ δεσπότου (ἔστι δὲ καὶ αὐτὸ τὸ τοῦτο τούτου) διττόν· καὶ εἴρηται πρότερον διὰ τί. τὸ δὲ καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός ταὐτόν ἐστι τῷ ‘καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται κατὰ γενικὴν πτῶσιν, καθάπερ ἡ φρόνησις λέγεται τῶν κακῶν, ῥηθήσεται μέν, ἀλλ’ οὐχ ὅτι κακή ἐστι, τῶν κακῶν, ἀλλ’ ὅτι ἐπιστήμη οὖσα τῶν κακῶν’῾ ὁ γὰρ φρόνιμος ἐπίσταται τὰ κακά. ὥστε τὰ σοφίσματα ταῦτα, ἃ μικρῷ πρότερον εἰρήκειμεν, παρὰ τὸ συμβεβηκὸς γέγονεν ἀλλ’ οὐ τῷ διττῷ. πῇ δὲ καὶ ἁπλῶς αὐτὸς τὸ παρὰ τὸ συμβεβηκὸς ὠνόμασε· πῇ γὰρ ὢν ὅδε τοῦδε, οἷον δοῦλος δεσπότου, καὶ ἁπλῶς κατὰ πάντων, καθ’ ὅσων τὸ τόδε τοῦδε λέγεσθαι δύναται, ἐπιφέρειν ἀξιοῦσι. καίτοι ἐνδέχεται, φησίν, ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν, ὡς ἡ ἀνδρεία ἁπλῶς οὖσα ἀγαθὸν δοκεῖ τισι διὰ τὰ ἐν πολέμοις τραύματα εἶναι κακόν· διὰ τοῦτο γὰρ καὶ αὐτὸς τὸ ἴσως προσέθηκεν. ὥστε ὁ λόγος ὁ λέγων ἡ ἀνδρεία τῶν κακῶν’ διττός· ἢ γὰρ ὅτι κακόν τί ἐστιν ἡ ἀνδρεία, ἢ ὅτι ἐπίσταται τὰ κακά. ἀλλ’ εἰ καὶ ἐνδέχεταί ποτέ τινα λόγον λέγοντά τι ἀγαθὸν τῶν κακῶν εἶναι τὸ διττὸν ἔχειν, ὡς ἐπὶ | τῆς ἀνδρείας καὶ τοῦ πλούτου καὶ ὑγιείας καὶ ἄλλων τινῶν, ἀλλ’ οὔτι γε τὸν λέγοντα τὴν φρόνησιν τῶν κακῶν τὸ διττὸν ἔχειν φήσαιμεν. καὶ τοῦτο εἰπὼν τίθησι λόγον δοκοῦντα μὲν ἔχειν τὸ διττὸν μὴ ὄντα δὲ διττόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστι δὲ ὃν ἐπάγει λόγον δοκοῦντα ἔχειν τὸ διττὸν οὗτος· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν ὄνομα μοχθηροῦ. ὃ δὲ λέγει ἐστὶ τοιοῦτον· ἐάν τις δοῦλος ἀγαθὸς ὢν [ἢ εἰ γάρ τις δοῦλος ὄνομα ἔσχε κεκλῆσθαι ἀγαθός] τύχοι δουλεύειν μοχθηρῷ, λέγει δέ τις τὸ ἀγαθὸν μοχθηροῦ, δόξειεν ἄν διττὸς ὁ λόγος εἶναι· ἐπειδὴ γὰρ οἱ πλείους τῶν δούλων μοχθηροὶ λέγονται, φαντασίαν τινὰ ἀποτελεῖ τοῦ διττοῦ· ἢ γὰρ ὅτι ὁ ἀγαθὸς μοχθηρὸς ἢ ὅτι δοῦλος μοχθηροῦ. τοῦτο θεὶς ἐνίσταται, καθάπερ εἷπον, μὴ εἶναι διττὸν τὸν λόγον λέγων ἰού γάρ, εἰ ἀγαθὸν δοῦλον ὂν λέγεται καὶ μοχθηροῦ, καὶ ἀγαθὸν μοχθηροῦ ῥηθήσεται’. τὸ δὲ ἅμ πρόσκειται, ὡς εἰ ἔλεγεν ‘οὐ τὰ δύο ὁμοῦ, ἀγαθὸν πονηροῦ, ἀλλὰ τὰ τρία, ἀγαθὸν δοῦλον πονηροῦ· τοῦτο γὰρ τὰ ἠρωτημένα ἀναγκάζει συνεπινοεῖν. ταῦτα μὲν διὰ τῆς μιᾶς τῶν γραφῶν λέγοιτο ἄν. διὰ δὲ τῆς ἐχούσης καὶ τὸ ὄνομα προσκείμενον λέγοι ἂν ἰού γάρ, εἰ τῷ δούλῳ κεῖται ὄνομα τὸ Ἀγαθὸν ὡς μὴ καλεῖσθαι Νικοκλέα ἢ Πλάτωνα ἢ Ἱππόνικον ἢ ἄλλο τι τοιοῦτον ἀλλ’ Αγαθόν, ὥσπερ καὶ ὁ Ολυμπιονίκης ὠνομάζετο αὐτὸ τοῦτο Ἄνθρωπος, ἤδη καὶ τὸ ἀγαθὸν μοχθηροῦ διττόν, οἷον ὅτι τὸ Ἀγαθὸν ὄνομα τοῦ δούλου πονηρόν ἐστιν, ἢ ὅτι πονηροῦ δεσπότου, ἀλλ’ ἁπλοῦν’ ὥστε παρὰ τὸ συμβεβηκός· οὐ γάρ, εἰ συμβέβηκε τῷ αὐτῷ ἀγαθῷ τε λέγεσθαι καὶ πονηροῦ εἶναι. καὶ τὸ ἀγαθὸν πονηροῦ ἐστιν, ὥσπερ οὐδέ, εἰ ἡ φρόνησις ἐπιστήμη, τῇ δὲ ἐπιστήμῃ συμβέβηκε θεωρητικῇ τῶν κακῶν εἶναι, καὶ ἡ φρόνησις τῶν κακῶν ἐστιν· οὐ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου τῷ κατηγορουμένῳ ῥηθήσεται. ὥστε οὐκ εἰ συμβέβηκε τῷ δούλῳ ἀγαθῷ λέγεσθαι, τούτῳ δὲ πάλιν πονηροῦ, καὶ τὸ ἀγαθὸν πονηροῦ, ἀλλὰ τὸ ἀγαθὸν δοῦλον πονήρου δεσπότου.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
