# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 11.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 179b11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/11.1

Καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν. Ἔλυόν τινες τὸ παρὰ τὸ συμβεβηκὸς σόφισμα οὕτω λέγοντες, ὡς οὐδὲν ἄτοπον, εἰ τὸν Κορίσκον οἴδαμεν καὶ οὐκ οἴδαμεν· κατ’ ἄλλο γὰρ οἴδαμεν καὶ κατ’ ἄλλο ἀγνοοῦμεν, ἀλλ’ οὐ κατὰ ταὐτό. ταύτην τὴν δοκοῦσαν λύσιν ἀναιρῶν ὁ Σταγειρίτης φησὶ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι δεῖ λύσιν, ὥσπερ δὴ καὶ εἰρήκαμεν. παρὰ τὸ αὐτὸ δὲ λόγοι εἰσὶ πάντες οἱ παρὰ τὴν ἀμφιβολίαν, ὁμοίως δὲ καὶ πάντες οἱ παρὰ τὴν σύνθεσιν· οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν οὐ παρὰ τὸ αὐτὸ τοῖς παρὰ τὴν σύνθεσιν ἀλλὰ παρὰ ἄλλο. λέγει οὖν δὴ ὅτι, εἰ καλῶς ἔχει ἡ τῶν οὕτω λυόντων τὰ παρὰ τὸ συμβεβηκὸς σοφίσματα λύσις, ἁρμόσοι ἂν αὕτη εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· ἀλλὰ μὴν ἐπί τινων οὐχ ἁρμόζει· οὐκ ἄρα καλῶς λύουσι· τῶν γὰρ παρὰ τὸ αὐτὸ αἴτιον δεῖ τὴν αὐτὴν εἶναι λύσιν. πῶς δὲ οὐκ ἔστι πάντων λύσις τῶν τοιούτων σοφισμάτων ἡ παρ’ αὐτῶν ἀποδιδομένη, ἐπάγει. ἄν ἀφέλωμεν γάρ, φησίν, ἀπὸ τοῦ σοφίσματος τὸ εἰδέναι [ὡς λέγειν ἀρ’ οἶδας], ἀντεισαγάγωμεν δὲ τὸ ‘ἐστίν’, ὡς μὴ λέγειν ‘ἆρ’ οἶδας τόνδε τὸν κεκαλυμμένον;’ καὶ ‘ἆρ’ οἶδας τὸν προσιόντα;’, ἀλλ’ ὅτι ‘ἆρ’ ὅδε σός ἐστιν;’, οὐκ ἄν ἣν αὐτοὶ λέγουσι λύσιν ἐφαρμόσοι ἐπ’ αὐτοῦ. ἀξίωμα δὲ λέγει τὴν πρότασιν. τὸ δὲ σόφισμα οὕτως ἠρωτᾶτο῾ ἔστω δὲ λόγου χάριν ἐπὶ Γλαύκωνος τοῦ Πλάτωνος ἀδελφοῦ, ὅστις δὴ Γλαύκων οὐ μόνον ἀδελφὸς ἦν Πλάτωνος ἀλλὰ καὶ πατήρ· εἶχε γὰρ παῖδας. ἂν δὴ ὁ ἐρωτώμενος ἦν ὁ Πλάτων (δοθήτω γὰρ καὶ τοῦτον εἶναι τὸν ἐρωτώμενον), οὕτως αὐτὸν ἤρετο ὁ ἐρίζων· ἆρά γε, ὦ Πλάτων, ὁ Γλαύκων σός ἐστι; ναί· ἆρά γε ὁ Γλαύκων πατήρ ἐστι; ναί· ὁ Γλαύκων ἄρα, ὧ Πλάτων’, σός ἐστι πατήρ. ἐπὶ δὴ τούτου τοῦ σοφίσματος πῶς ἂν ἔχοι χώραν ἣν αὐτοὶ λύσιν λέγουσιν, ὅτι τοῦτο μὲν οἶ|δα, τοῦτο δὲ οὐκ οἶδα; οἶδε γὰρ ἀμφότερα ὁ Πλάτων’, καὶ ὅτι πατήρ ἐστιν ὁ Γλαύκων καὶ ὅτι αὐτοῦ, τοῦ Πλάτωνος δηλονότι, ἐστί τι. ὥστε οὐχ ἡ ὑπό τινων λεγομένη λύσις ἁρμόσοι ἄν εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· εἰ γὰρ καὶ ἐπί τινων ἀληθές ἐστι τὸ λέγειν ὅτι τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ κατ’ ἄλλο καὶ ἄλλο, ἀλλ’ ὧδε τοῦτο λέγειν οὐκ ἐγχωρεῖ. πολλαὶ δέ εἰσιν αἱ κακίαι τοῦ συλλογισμοῦ, πλὴν οὐχ ἡ τῆς τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ὅπερ μικρὸν ὀπίσω εἰρήκειμεν, ἀλλ’ ἡ παρ’ ἣν τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, Σωκράτης ἄρα γράφει· τοῦτο ψεῦδος. ἐνταῦθα οὐχὶ [εἴ τις ἐρεῖ ὅτι] διὰ τὸ ὑποθέσθαι τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος συνήχθη, κἂν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. οὐκ ἀρκεῖ οὖν πρὸς λύσιν τὸ δεῖξαι ὅτι ψεῦδός ἐστι τὸ συναχθέν, ἀλλὰ χρὴ καὶ τὸν τρόπον εἰπεῖν καὶ τὸ αἴτιον παρ’ ὃ τὸ ψεῦδος γέγονεν· εἰ γὰρ ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συμπεραίνεταί τις τὸ τὸν ἄνθρωπον ἵππον εἶναι, οὐκ ἀρκεῖ τὸ δεῖξαι τοῦτο ψεῦδος, ἀλλὰ καὶ τὸ αἴτιον εἰπεῖν, ὅτι τὸ ψεῦδος συνήχθη διὰ τὸ τοῦ σχήματος ἀσυλλόγιστον. τίθησι δὲ καὶ αὐτὸς πρὸς τὸ λεγόμενον παράδειγμα. ἔστι δὲ τὸ διὰ τούτου λεγόμενον τοιοῦτον. ἔλεγεν ὁ Ζήνων μὴ εἶναι κίνησιν· εἴ τις οὖν, φησίν, ἐπιχειροίη συνάγειν τε καὶ δεικνύναι τὸν Ζήνωνος λόγον τὼ ἀναιροῦντα τὴν κίνησιν ἐκ τοῦ συνάγειν ἀδύνατόν τι τεθείσης τῆς τοῦ χ)ήνωνος ὑπο- θέσεως, ἁμαρτάνει· οὐδὲ γὰρ λέλυκε τὸν παραλογισμόν. εἰ γὰρ λέγει ^ ἐγὼ μέν, ὦ χηνῶν, εἶναι κίνησίν φημι· εἰ δὲ ψεῦδος τοῦτο, ἀληθὲς δὲ ὃ σὺ φῄς, τὸ μὴ εἶναι κίνησιν, ἔστω τοῦτο καὶ κείσθω ὅτι οὐκ ἔστι κίνησις οὐδὲ τὸ κινεῖσθαι· ἀλλ’ εἰ μή ἐστι τοῦτο, οὐδὲ τὸ πόθεν ποῖ κινεῖσθαι ἔσται· εἰ δὲ τοῦτο, οὐδὲ ὁ ἥλιος ἀπὸ ἀνατολῆς εἰς δύσιν κινηθήσεται οὐδὲ ἀπὸ δύσεως εἰς ἀνατολήν· εἰ δὲ μὴ τοῦτο, οὐδὲ ἡμέραι καὶ νύκτες ἔσονται, ὅπερ ἀδύνατον· εἰ δὲ τοῦτο ἀδύνατον, ψευδὴς καὶ ἡ σὴ ὑπόθεσις, ᾗ τὸ ἀδύνατον ἠκολούθησεν’ ὁ ταῦτα συλλοἴ̀ιζομονοζ, κἄν εἰ μυριάκις ᾖ συλλογιστικῶς καὶ ἀληθῶς συμπεραινόμενος καὶ συνάγων ὡς ἀδύνατον μὴ εἶναι κίνησιν ἐκ τοῦ συνελαύνειν τὴν χήνωνος ὑπόθεσιν εἰς τὸ ἀδύνατον, οὐ λέλυκε τὸ σόφισμα τὸ τοῦ χήνωνος, ἀλλ’ ὁ λέγων ὅτι ἐνεργείᾳ τὰ ἄπειρα λαμβάνεις καὶ ὅσα ἄλλα αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ ζῆτα τῆς Φυσι- κῆς ἀκροάσεως εἴρηκε καὶ ἡμεῖς ταῦτα ἐξηγούμενοι τεθεωρήκαμεν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
