# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 12-7

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 174b12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/12-7

Σοφιστικὸν δὲ καὶ τὸ κειμένου παραδόξου. Σοφιστικόν ἐστι καὶ τὸ κειμένου παραδόξου τὸ προκείμενον ἀξιοῦν ἀποκρίνεσθαι· τὸ γὰρ φαινόμενον ἀντὶ τοῦ ‘προκείμενον’ εἴληπται. καὶ πῶς τὸ προκείμενον ἀξιοῦται, ἐξηγούμενος ἐπήγαγε προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, δυνάμει λέγων ἱεῖ περιέχει ἐν ἑαυτῇ ἡ ἐρωτωμένη πρότασις τὸ κείμενον ἐξ ἀρχῆς, δῆλον ὅτι τὸ προκείμενον ἀξιοῖ ἀποκρίνεσθαι’. οἷον κείμενον ἄδοξόν ἐστι τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι· τοῦτο οὖν οἱ σοφισταὶ βουλόμενοι κατασκευάσαι ἐρωτῶσι καὶ ἀξιοῦσι τὸν προσδιαλεγόμενον ἀποκρίνασθαι τὸ φαινόμενον ἄδοξον, καὶ τὴν ἐρώτησιν οὕτως πὼς ποιοῦνται· πότερόν σοι δοκεῖ ὁ Ἀρχέλαος βασιλεὺς ὢν εὐδαίμων ἢ οὕ; εἰ γοῦν ὁμολογήσει τὸ φαινόμενον τοῖς f. 37r πᾶσιν ἔνδοξον, τὸ εἶναι τὸν Ἀρχέλαον εὐδαίμονα, ἐνταῦθα περιέχεται τὸ ἐξ ἀρχῆς κείμενον ἄδοξον, τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι. οὕτως ἐν τῷ Πλάτωνος Γοργίᾳ ὁ Πῶλος ποιεῖ· ὁ γὰρ Πῶλος εἰπὼν ὅτι τὸ ἀδικεῖν καὶ τὸ φονεύειν ἀγαθόν ἐστι, παράδοξον ὂν πάντως, καὶ δεῖξαι τοῦτο βουλόμενος ἐρωτᾷ τὸν Σωκράτην Ἅρχέλαος Ἀρχέλαος ὁ Περδίκκου ὁ ἄρχων εὐδαίμων σοι δοκεῖ εἶναι ἢ ἄθλιος;’· οὗτος δὲ ὁ Ἀρχέλαος φονεύσας τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὰ μέγιστα ἀδικήσας [τῆς] τῶν Μακεδόνων ἦρξεν. ἐν γοῦν τῇ προτάσει ταύτῃ, τῇ ‘Ἀρχέλαος εὐδαίμων σοι δοκεῖ εἶναι;’ περιέχεται ἡ ἐξ ἀρχῆς παράδοξος θέσις, ἣν θέσιν ὁ Ἀριστοτέλης τὸ δοκοῦν ἐξ ἀρχῆς εἶπεν. ὅτι δὲ ἐν τῇ προτάσει ταύτῃ ἡ ἐξ ἀρχῆς περιέχεται θέσις, δῆλον· εἰ γὰρ τὸ εὐδαιμονεῖν ἀγαθόν, ὁ δὲ Ἀρχέλαος ἀδικήσας εὐδαίμων, ὡς ᾤετο Πῶλος, ὁ Ἀρχέλαος, ἤτοι ὁ ἄδικος, καὶ τὸ ἀδικεῖν ἀγαθόν. ὥστε ὁ ἀξιῶν τὸν Ἀρχέλαον εὐδαίμονα εἰπεῖν τὸ προκείμενον ἀξιοῖ· τὸ γὰρ τὸν ἄδικον Ἀρχέλαον εὐδαίμονα λέγειν ταὐτόν ἐστι τῷ τὸ ἀδικεῖν ἀγαθὸν λέγειν. δεῖ οὖν, φησί, καὶ ἐν τούτοις οὕτως ἐρωτᾶν· πότερόν σοι εὐδαίμων δοκεῖ εἶναι ὁ Ἀρχέλαος ἢ ἄθλιος; καὶ εἰ μὲν δοίη ὁ ἀποκρινόμενος ὁ λέγων κακὸν εἶναι τὸ ἀδικεῖν εὐδαίμονα εἶναι τὸν Ἀρχέλαον, ἐλεγχθήσεται ὅτι οὐκ ἔστι κακὸν ἀλλὰ ἀγαθόν. εἰ δὲ μὴ δοίη μηδὲ φάσκει δοκεῖν εὐδαίμονα εἶναι, ἄδοξα καὶ παράδοξα λέγειν δόξει· σχεδὸν γὰρ οἱ πλείους εὐδαίμονα τὸν Ἀρχέλαον εἶναι ἔλεγον. εἰ δὲ μὴ συγχωρεῖ, ὅμως δὲ φάσκει δοκεῖν εὐδαίμονα, ἐλεγχοειδές.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
