# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 12

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 165b12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/12

Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι. Εἰπὼν διαλαβεῖν πόσα τε εἴδη ἐστὶ τῶν σοφιστικῶν συλλογισμῶν καὶ πόσα ἑνὸς ἑκάστου τῶν εἰδῶν μέρη καὶ περὶ τῶν συμβαλλομένων εἰς τὴν παροῦσαν πραγματείαν, νῦν ἄρχεται τὴν ἐπαγγελίαν πληροῦν. καὶ πρῶτον ἐκτίθησι πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι, τουτέστιν οἱ σοφισταί, καὶ φησὶ πέντε εἶναι ταῦτα τὸν ἀριθμὸν ὧν στοχάζονται, ἔλεγχον, ψεῦδος, παράδοξον, σολοικισμὸν καὶ τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγόμενον. τί δὲ τούτων ἕκαστόν ἐστι, προιόντες μαθησόμεθα. τί δέ ἐστι τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγγόμενον, διὰ τοῦ ἐπαγομένου δηλοῖ· ἐφερμηνευτικὸν γάρ ἐστι τοῦ τί ποτ’ ἐστὶ τὸ ἀδολεσχεῖν τὸ πολλάκις ἀναγκάζεσθαι τὸ αὐτὸ λέγειν. μήποτε δέ, ἐπεὶ μὴ ἀληθῶς λέγουσιν οἱ σοφισταί, τῷ μὴ ἐπιχειρεῖν ἐξ ἐνδόξων ἀλλ’ ἐκ φαινομένων ἐνδόξων, διὰ τοῦτο καὶ τὸ στοχάζονται εἴρηκεν. ἀλλὰ περὶ τούτων μέν, τί ποτέ ἐστιν ἕκαστον, τὰ δοκοῦντα ῥηθήσεται, ὅταν καὶ αὐτὸς περὶ τούτων διέξεισι. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων τοιοῦτόν ἐστιν· ἀπαριθμησάμενος γὰρ τίνων οἱ σοφισταὶ στοχάζονται, λέγει ὅτι ἕκαστον τούτων τῶν παρ’ αὐτῶν στοχαζομένων οὐκ ἔστιν ἀληθῶς ὂν ἀλλὰ φαινόμενον. ἔστι δὲ ἡ λέξις οὕτως· τὸ ἕκαστον τούτων μὴ εἶναι ὂν ἀλλὰ φαινόμενον• οὔτε γὰρ ἀληθῶς δεικνύουσι ψευδόμενον τὸν ἀποκρινόμενον, ἀλλὰ φαινομένως, οὔτε σοlλοικίζοντα τὸν δοκοῦντα σολοικίζειν. ἐν γὰρ τῇ ἐρωτήσει τῇ ‘ἆρα ὂ f. 8r λέγεις εἶναι, ἔστι τοῦτο; λέγεις εἶναι Σωκράτην· ἔστιν ἄρα Σωκράτην’ οὐκ ἀληθής ἐστι τοῦτο σολοικισμὸς ἀλλὰ φαινόμενος. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἔστι καὶ οὕτως ἐκλαβεῖν, ὡς εἰ ἔλεγεν ἢ ὡς εἶναι τοῦτο τῆς δοκούσης ἀπορίας τοῦ πῶς ἐλέγχουσιν οἱ σοφισταὶ λυτικόν, εἰ καὶ ψεύδους καὶ ἐλέγχου καὶ τῶν τοιούτων στοχάζονται, ἀλλ’ ἕκαστον τούτων μὴ ὄν ἐστι καὶ φαινόμενον· οὔτε γὰρ ὁ ἔλεγχος ἀληθής ἐστιν ἔλεγχος, οὔτε μὴν ὁ σολοικισμὸς σολοικισμός, οὔτε τῶν ἄλλων οὐδὲν τοι. οὗτον οἷον καὶ φαίνεται. ἀληθὴς μὲν γὰρ ἔλεγχος ὁ τὴν ἀντίφασιν τοῦ συμπεράσματος καὶ μίαν τῶν προτάσεων λαβὼν καὶ ἀνελών τι τῶν κεἰ. μένων· ὁ δὲ λέγων ‘ἆρ’ ἔστι σιγῶντα λέγειν; οὔ· τί δέ, ὅταν ξύλα καὶ λίθους λέγῃς, οὐ σιγῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν’ οὐκ ἐλέγχει· διττὸν γάρ ἐστι τὸ σιγῶντα. ὅτι δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων οὕτως εἴρηκεν ὡς εἴπομεν, δῆλον καὶ αὐτὸς πεποίηκε διὰ τοῦ μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγ- ἐλέγχοντες καὶ τῶν ἑξῆς. ἔφη δέ τις καὶ οὕτως ἑρμηνεύεσθαι τὸ ῥητόν, ὅτι τὸ πειρᾶσθαι ἐλέγχειν τὸν σοφιστὴν οὐκ ἔστι μὴ ὂν τοιοῦτον ὡς τὸ τῇ ἀληθείᾳ καὶ τῷ φαινομένῳ, οἷον τὸ μηδαμῇ μηδαμῶς δοκοῦν, ἀλλὰ μὴ ὂν ὅσον καθ’ ἑαυτό, ὂν δὲ ὅσον κατὰ τὸν δοξάζοντα καὶ διὰ τοῦτο φαινόμενον.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
