# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 14-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 179a14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/14-3

Πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν. Εἰπὼν ὅτι αἰεὶ ἐπὶ τῶν σοφισμάτων κατὰ τὸ ἀντικείμενον ἡ λύσις προβαίνειν ὀφείλει, οἷον εἰ συνθεὶς ἠπάτησε, σὺ διελὼν ἐκφεύξῃ τὴν ἀπάτην, καὶ τὸ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τὴν λέξιν καθολικῶς, πῶς δεῖ τὰς λύσεις ποιεῖσθαι, διδάσκει, καὶ φησὶν ὡς εἰ παρ’ ἁ προσῳδίαν ὀξεῖαν ἡ ἀπάτη, ἡ βαρεῖα προσῳδία λύσις. οἷόν ἐστι τὸ “οὖ καταπύθεται ὄμβρῳ’’· εἰ ἐκεῖνος ὀξεῖαν θεὶς προσῳδίαν ἠπάτησε, σὺ λύσεις περισπωμένως· βαρεῖαν γὰρ προσῳδίαν πανταχοῦ τὴν περισπωμένην λέγει. ὁμοίως καὶ ἐν τοῖς ὁμωνύμοις εἰ ἀπατᾷ ὁ σοφιστής, σὺ τὸ ἀντικείμενον ὄνομα λέγων ἐνίστασο πρὸς τὸ σόφισμα. οἷον τί φημι; εἰ ἐκ τῆς ὁμωνυμίας τὸ ἄψυχον ἔμψυχον συνελογίσατο, λυτέον ἀποφήσαντας, εἰπόντας μὴ τόδε δεδωκέναι ὃ σημαίνει τὸ ἄψυχον, ἀλλ’ ὃ δηλοῖ τὸ ἔμψυχον. εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ ναί, εἶτα εἴποι ‘τὸ δὲ βιβλίον διδάσκει, ἔμψυχον ἄρα τὸ βιβλίον', ῥητέον ὅτι οὐ τὸ ἄψυχον διδάσκειν εἶπον ἀλλὰ τὸν διδάσκαλον. ὁμοίως ποιητέον καὶ ἐπὶ τοῦ ἀνάπαλιν῾ εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ οὔ, εἶτα εἴποι ‘ὁ δὲ Πλάτων’ διδάσκει, ἔμψυχον ἄρα τὸ διδάσκον’, εἰπὲ ὡς ἐπὶ τοῦ βιβλίου τὸ διδάσκειν εἶπον. καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως, ὡς προειρήκειμεν, ὡσαύτως ποιητέον. οἷον ὁ σοφιστὴς συμπερινόμενος λέγει ἄρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις· σὺ δὲ πρὸς τοῦτον λύων τὸ σόφισμα εἰπὲ οὐχ ὃ μὴ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· ἀντίκειται γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, τὸ ὃ μὴ ἔχει τῷ ὡς οὐκ ἔχει. διὰ δὲ τοῦ ἀλλ’ οὐχ ἃ ἐπίσταται τὸ λεγόμενον δυνάμει ἐστὶν ὅτι οὕτω λύειν δεῖ, ὅτι ὃ ἐπίσταται μεμάθηκεν ἢ εὗρεν, ἀλλ’ οὐχ ἃ ἐπίσταται μεμάθηκε<ν ἢ εὗρεν>· τοῦτο γὰρ καὶ ἠρωτήθη· οὐ γὰρ εἶπεν ‘ἅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’, ἀλλ’ ἑνικῶς ‘ὅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
