Ancient Greek
Page 175b15
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 15.1
Not analysed yet
Εἰ δέ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχον εἶναι. Εἰπὼν πρὸ ὀλίγου φαινομένως ἐλέγχειν τοὺς σοφιστὰς καὶ οὐ κυρίως νῦν φησιν ὅτι, εἴ τις ὑπολάβοι κυρίως ἐλέγχειν τοὺς σοφιστὰς καὶ μὴ φαινόμενον εἶναι ἔλεγχον τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχον καὶ τὰ ἄλλα σοφίσματα, συμβήσεται πάντας ἐλέγχεσθαι καὶ αὐτοὺς τοὺς ἐπιστήμονας· παρακρούονται γὰρ καὶ οὗτοι ὑπὸ τῶν σοφιστῶν δι’ ὁμωνύμων τινῶν καὶ τῶν ἄλλων τῶν τοιούτων. καὶ εἰ οὕτως ἔχει καὶ ἀληθὴς ἔλεγχος ὁ τοιοῦτος ἔλεγχος λογίζεται, οὐ διαφευξεῖταί ποτε ὁ ἀποκρινόμενος τρόπον τιν’ ἁ τὸ ἐλέγχεσθαι· παρὰ γὰρ τοῖς ἀληθῆ λέγουσιν ἔλεγχον τὸν φαινόμενον ἔλεγχον καὶ παραλογισμὸν ἀδύνατον διαφυγεῖν τὸ μὴ ἐλεγχθῆναι, καὶ οὐκ ἔστι τὸ μὴ οὐκ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον. τὸ δὲ τρόπον τινὰ προσέθηκε, διότι μὴ κυρίως ἐστὶν οὗτος ἔλεγχος. πῶς δὲ πάντας συμβήσεται ἐλέγχεσθαι, ἐπάγει· ἐπὶ γὰρ τῶν ὁρατῶν, ἤτοι τῶν τῇ ὁράσει ὑποπιπτόντων, ἀναγκαῖον πολλάκις, ὃ ἔφησεν ὁ ἀποκρινόμενος, ἀποφῆσαι πάλιν, καὶ ὃ ἀπέφησε, φῆσαι. πρῶτον δὲ καλῶς ἄν ἔχοι τὴν ἀγωγὴν τοὐ σοφίσματος ἐκθέσθαι καὶ οὕτως τὰ κατὰ τὴν λέξιν ἀναθρῆσαι. περικαλύψαντες τὸν μουσικὸν Κορίσκον ὀθόνῃ ἢ ἄλλῳ τινὶ οἱ σοφισταὶ ἠρώτων· ἆρ’ οἶδας ὅτι ὁ Κορίσκος μουσικός ἐστι; ναί· τί δ’, οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀφελόντες τὸ περικάλυμμα, τί δ’, οἶδας, ἔλεγον, τοῦτον ὅστις ἐστί; ναί· οἶδας ἄρα τοῦτον καὶ ὅτι μουσικός ἐστιν· ἀλλὰ μὴν καὶ οὐκ οἶδας· ὃν γὰρ ἠγνόεις, ὅτε περικεκαλυμμένος ἦν ὅστις ἦν, τοῦτον οὐδ’ εἰ ἦν μουσικὸς ἐγίνωσκες· οἶδας ἄρα τὸν αὐτὸν καὶ μουσικὸν καὶ μὴ μουσικόν, ἤτοι μουσικὸν καὶ ἄμουσον, ὥστε ὃ ἀπέφησας ἀπ’ αὐτοῦ ὄνομα, τὸ ‘μουσικός’, τοῦτο κατέφησας κατ’ αὐτοῦ. πάλιν ἆρ’ οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀποκαλύψαντες, τί δέ, οἶδας τοῦτον; ναί· Κορίσκος γάρ ἐστιν· ἀλλὰ μὴν ἔφησας αὐτὸν καὶ μὴ Κορίσκον· ὃν γὰρ ὅλως ἠγνόεις τίς ἐστιν, οὐδὲ εἰ Κορίσκος ἐστὶν ἐγίνωσκες· ὥστε τὸ αὐτὸ ὄνομα κατέφησας κατ’ αὐτοῦ καὶ ἀπέφησας. τὸ σόφισμα παρὰ τὸ συμβεβηκός· συμβέβηκε γὰρ τῷ Κορίσκῳ τὸ κεκαλυμμένῳ εἶναι. οὐκ ἀνάγκη δὲ τὸ ὑπάρχον τῷ συμβεβηκότι ὑπάρχειν καὶ τῷ πράγματι ᾧ ὑπάρχει τὸ συμβεβηκός· οὐ γάρ, εἰ ὑπάρχει τὸ δισύλλαβον τῷ λευκῷ, τὸ δὲ λευκὸν συμβέβηκε τῷ Ἀλκιβιάδῃ, ἀνάγκη καὶ τὸ δισύλλαβον ὑπάρχειν τῷ Ἀλκιβιάδῃ· οὐ γάρ ἐστιν ὁ Ἀλκιβιάδης δισύλλαβον οὕτως καὶ ἐπὶ τούτων· οὐ γάρ, εἰ τὸν κεκαλυμμένον ἀγνοῶ, συμβέβηκε δὲ τὸ κεκαλύφθαι τῷ Κορίσκῳ, ἀνάγκη καὶ ἀγνοεῖν τὸν Κορίσκον. ὥστε δεῖ λέγειν ὅτι παρὰ τὸ συμβεβηκός (τοιοῦτον γὰρ τὸ τοῦ ἐγκεκαλυμμένου) ἢ παρὰ τὴν ὁμωνυμίαν ὁ λόγος ἢ παρὰ τὴν ἀμφιβολίαν ἢ παρά τι τούτων. τὸ τοιοῦτον σόφισμα ἔλυον οὕτως ἐκεῖνοι λέγοντες, ὅτι τοῦτον τὸν Κορίσκον οἶδα μουσικὸν τὸν φαινόμενον καὶ τοῦτον οἶδα Κορίσκον, τὸν δὲ κεκαλυμμένον καὶ ἄμουσον καὶ οὐ Κορίσκον. ἡ μὲν οὖν διάνοια καὶ ἡ τοῦ σοφίσματος ἀγωγὴ τοιαύτη τις ἂν εἴη. τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἄν ἔχοι. ὁρατὰ λέγει τὰ κατ’ ἐνέργειαν ὁρατά, ἃ βλέποντες γνωρίζομεν, κεκαλυμμένα δὲ ὄντα ἀγνοοῦμεν· ἐπὶ τούτων γὰρ ἀναγκαῖον ὃ ἔφησέ τις ἀποφῆσαι καὶ ὃ ἀπέφησέ τις καταφῆσαι· ὃν γὰρ ἔλεγε μουσικὸν ὁρῶν, τοῦ|τον περικεκαλυμμένον ὄντα καὶ μὴ ὁρώμενον εἴποι ἄμουσον· καὶ ὃν λέγει ἄμουσον περικεκαλυμμένον ὄντα, τοῦτον μουσικὸν ἂν εἴποι ἀφαιρεθέντος θέντος τοῦ περικαλύμματος. ὥστε ἐπὶ τούτων, φησί, τῶν ὁρατῶν ὃ ἔφησεν ὄνομα, ἀναγκαῖον ἀπὸ τοῦ αὐτοῦ ἀποφῆσαι, πάλιν ὃν ἔφησε λευκόν, ἀναγκαῖον ἀποφῆσαι καὶ εἰπεῖν μὴ λευκόν. δεῖ οὖν ὡς εἴπομεν λύειν, ἢ ὅτι παρὰ τὸ συμβεβηκὸς ἢ καθ’ ἕτερόν τι, ὅπερ καὶ αὐτὸς ἐρεῖ, ὅτε τὰς λύσεις τῶν σοφισμάτων ἐκτίθεται, ἀλλὰ μὴ ὡς οὗτοι.