# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 17.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 180b17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/17.1

‘Oμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος. Δεῖ πρότερον τὴν ἀγωγὴν τοῦ σοφίσματος ἐκθέσθαι· οὕτω γὰρ καὶ ἡ λύσις, ἣν αὐτὸς ἐπήγαγε καὶ ὑπέγραψε, δήλη ἔσται. ἔστι δὲ ἡ ἀγωγὴ τοῦ παραλογισμοῦ αὕτη· ἆρά γε βούλεταί τις τὸ ἑαυτοῦ κακόν; οὔ· τί δέ, τὸ κλέπτειν κακόν; ναί· βούλεται δὲ ὁ κλέπτης κλέπτειν; ναί· τὸ ἑαυτοῦ ἄρα βούλεται κακόν. λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται ἐν οἷς λέγει οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. τὸ δὲ ὅτι κακὸν τὸ κλέπτειν κατεσκεύαζον οἱ σοφισταὶ δεικνύντες κακὸν τὸν κλέπτην. ἐδείκνυον δὲ αὐτὸν κακὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ κλέπτου, ὃν αὐτὸς κλέπτου λόγον εἶπεν· εἰ γὰρ κλέπτης ἐστί, φασίν, ὁ βουλόμενος τὰ ἀλλότρια λάθρᾳ λαμβάνειν, τοῦτο δὲ κακόν, καὶ ὁ κλέπτης ἄρα κακόν· ὥστε καὶ τὸ κλέπτειν κακόν· ὥστε βούλεται ὁ κλέπτης τὸ ἑαυτοῦ κακόν. τοῦτο λύων Ἀριστοτέλης ἐπήγαγε τὸ οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν, δυνάμει λέγων ἰού γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ κλέπτειν ὡς κακὸν βού- λεται, ἀλλ’ ὡς ἀγαθόν’· παντὸς γάρ, οὗ τις ἐφίεται, ὡς ἀγαθοῦ κἂν κακόν ἐστιν· ὥστε καὶ ὁ κλέπτης οὐχ ὡς κακὸν ἀλλ’ ὡς ἀγαθὸν βούλεται τὸ κλέπτειν· οὐκ ἄρα τὸ ἑαυτοῦ βούλεται κακόν. ὅτι δὲ τὸ τὰ ἀλλότρια λαμβάνειν ἀγαθὰ οὐκ ἔστι κακὸν τῷ λαμβάνοντι οὐδ’ ὡς κακὰ σπουδάζει λαβεῖν ἀλλ’ ὡς ἑαυτοῦ ἀγαθά, κατεσκεύασε διὰ τῆς τῶν κακῶν ἀποβολῆς, δυνάμει λέγων ‘ὥσπερ τὸ ἀποβαλεῖν τὴν νόσον καίτοι κακὸν οὖσαν οὐκ ἔστι κακόν, οὕτως οὐδὲ τὸ λαμβάνειν ἀγαθὰ χρήματα τὰ | ἀλλότρια κακόν ἐστι τῷ λαμβάνοντι’, ὧν γὰρ ἡ ἀποβολή, ὡς ἐν τοῖς τοπικοῖς εἴρηται, κακόν, τούτων ἡ λῆψις ἀγαθόν· ἀλλὰ μὴν ἡ ἀποβολὴ τοῦ χρήματος κακόν· ἡ λῆψις ἄρα ἀγαθόν· τὸ κλέπτειν ἄρα ἀγαθόν. ῥητέον δὲ πρὸς τοῦτο ‘ἄρα οὐχὶ πᾶσα λῆψις ἀγαθὸν ἀλλὰ τοιάδε’. τὸ δὲ ἐφεξῆς σόφισμα τοιοῦτόν ἐστιν. εἰ τὸ ἀποθανεῖν ἀδίκως αἱρετώτερον τοῦ δικαίως ἀποθανεῖν (ὥσπερ καὶ ὁ Σωκράτης πρὸς τὸν εἰπόντα ‘ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεις’ εἴρηκε ‘σὺ δὲ ἄρα ἠβούλου με δικαίως ἀποθανεῖν’῾ ὁ γὰρ δικαίως ἀποθνήσκων ὡς φονεὺς ἢ ὡς κακοῦργος τοῦτο πάσχει· ὁ δὲ ἀδίκως πάσχων δίκαιος, καθάπερ καὶ ὁ Σωκράτης), εἰ οὖν τὸ ἀδίκως, φασὶν οἱ σοφισταί, ἀποθνήσκειν τοῦ δικαίως αἱρετώτερον, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον. τὴν δὲ τοῦ σοφίσματος τούτου λύσιν παρακατιὼν ἐρεῖ. τοῦ δὲ συμπεραινομένου σοφίσματος τὸ αὐτὸ εἶναι δίκαιον καὶ οὐ δίκαιον μετ’ ὀλίγον τὴν ἀγωγὴν φανερῶς ἐκθήσομεν. χρεὼν δέ ἐστι πρότερον πρὸς σαφήνειαν τοῦ λεγομένου τοῦ ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν εἰρημένου ἀναμνησθῆναι, ὅπερ ἐστὶ τὸ ἄλλο μὲν εἶναι τὸ φύσει δίκαιον, ἄλλο δὲ τὸ κατὰ δόξαν τοῦ κρίναντος, ἄλλο δὲ τὸ κατὰ τὴν διάταξιν τοῦ νόμου περατωθέν. ὥστε ἐνδέχεται τὸ αὐτὸ καὶ δίκαιον εἶναι καὶ ἄδικον· τὸ γὰρ κατὰ νόμον δίκαιον οὐκ ἀνάγκη καὶ φύσει ἢ τῇ δόξῃ τοῦ κρίναντος δίκαιον εἶναι, ἀλλ’ ἐνδέχεται μὲν ὡς πρὸς τὴν φύσιν εἶναι ἄδικον, καθὸ δὲ γέγονεν ὡς οἱ νόμοι διατάττονται, εἶναι δίκαιον. ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ πρὸς τὸν Σωκράτην λέγει ὅτι, ἄν τις τὸ κατὰ νόμους εἴπῃ, σὺ μεταλαμβάνων τὸ κατὰ φύσιν, εἰ δέ τις τὸ κατὰ φύσιν, σὺ τὸ κατὰ νόμους ἐπιφέρων κυκᾷς καὶ συγχεῖς τὰς διαλέξεις. οὕτως οὖν τοῦ δικαίου τριχῇ διαιρουμένου ἀφορμαὶ πολλαὶ παραλογισμῶν ἐντεῦθεν τοῖς σοφιστεύουσι δέδονται, ὡς καὶ ἐπὶ τοὐ παρόντος· ἔλεγον γάρ· ἆρα δίκαιόν ἐστι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτοῦ, ἄδικον δὲ τὸ τὰ ἀλλότρια; ἢ οὕτως· πότερόν ποτέ φαμεν εἶναι δίκαιον καὶ κρίσιν δικαίαν (τὸ γὰρ δίκαιον ἀντὶ τοῦ * * δικαίου εἴληπται ὡς μηδὲν διαφέρον) οὐχὶ τὸ ἕκαστον τῶν κρινομένων ἔχειν τὰ ἑαυτοῦ καὶ ἃ δεῖ ἔχειν αὐτόν; ναί· ἄδικον δὲ καὶ κρίσιν ἄδικον οὐχὶ τὴν κυρώσασαν τὰ ἀλλότρια ἔχειν τὸν μὴ κύριον; ναί. εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὅδε ἔχει τὰ χρήματα τούτου λαβών· καὶ ᾗ μὲν ἐκ τοῦ νόμου ἢ καὶ τῆς δόξης τοῦ κριτοῦ ἔλαβε (τοῦτο γὰρ λείπει), ᾗ μὲν οὖν ἐκ τούτων ἔλαβε, τὰ ἑαυτοῦ ἔχει· τὸ δὲ τὰ ἑαυτοῦ ἔχειν κεῖται δίκαιον εἶναι· εἰ δὲ δικαίως ἔχει, δικαία ἡ κρίσις· κατὰ νόμους γὰρ ἔχει· ᾗ δὲ πάλιν τοῦ ἀποστερηθέντος ἦσαν, ἄδικος ἡ κρίσις· ἡ αὐτὴ ἄρα δικαία καὶ ἄδικος. οἷον εἴ τις συκφάντης ἔλεγε τὴν οἰκίαν ἢ τὸν ἀγρὸν τοῦ Πλάτωνος, ἃ κατεῖχε μίσθωμα καὶ φόρους τελῶν τῷ Πλάτωνι, μὴ τοῦ Πλάτωνος εἶναι ἀλλ’ οἰκεῖα, ἔκρινε δὲ ὁ δικαστὴς ὀμωμοκέναι τὸν Πλάτωνα καὶ γενέσθαι κύριον τοῦ ἀγροῦ ἢ τῆς οἰκίας, ὁ δὲ Πλάτων’ διὰ τὴν περὶ τὸν ὅρκον εὐλάβειαν τὸν συκοφάντην εἴασεν ἔχειν τὰ ἑαυτοῦ, οὕτως ὁ συκοφάντης τὰ μὲν ἑαυτοῦ ἔχει· ἁ γὰρ ἀπὸ νόμου τις ἔσχεν, ὡς ἴδια ἔλαβε· τὸ δὲ τὰ ἴδια ἔχειν κεῖται δίκαιον εἶναι· ὥστε δικαία ἡ κρίσις. ἄδικος δὲ τῇ φύσει· τῇ γὰρ φύσει δίκαιον εἶναι] μὴ πρὸς ὅρκους ἀφιέναι τὸν Πλάτωνα, ἀλλ’ ἐκεῖνον μὲν ἀπορρῖψαι ὡς βδελυρὸν καὶ συκοφάντην, ἀποδοῦναι δὲ τῷ Πλάτωνι τὰ ἑαυτοῦ. ἡ αὐτὴ ἄρα κρίσις δικαία καὶ ἄδικος, καὶ τὸ αὐτὸ δίκαιόν ἐστι καὶ ἄδικον. ἡ μὲν παραγωγὴ τοῦ σοφίσματος αὕτη. κατὰ δὲ τὴν λέξιν τὴν κυρία ἐστὶν ἐκ τοῦ νόμου <τὸ ἐκ τοῦ νόμου> πρόσκειται, ὅτι τὴν τῶν δικαστῶν κρίσιν εἶναι κυρίαν. ἃ δ’ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἀν ᾖ ψευδής, κυρία ἐστὶν ἐκ τοῦ νόμου· κἂν γὰρ ἄδικός ἐστιν ἡ κρίσις, κατὰ μέντοι γε τὸ δόξαν αὐτῷ δίκαιον ἔκρινε, κυρίαν εἶναι τήνδε τὴν κρίσιν λέγει ὁ νόμος. τὴν μὲν οὖν τοῦ σοφίσματος παραγωγὴν καὶ λύσιν εἴπομεν. ἃ δὲ λέγει διὰ τῆς λέξεως ἐστιν· ὅσα ἄν τις κρίνῃ κατὰ δόξαν τὴν | αὑτοῦ, κἄν ψευδὴς κἄν ἄδικος ἡ κρίσις ἐστί, κυρία ἐστὶν ἐκ τοῦ νόμου· νόμος γὰρ ἦν Ἀθηναίοις τὰς δικασθείσας δίκας κυρίας εἶναι. καὶ τοῦτο δῆλον πεποίηκεν καὶ ἐν τῷ Κρίτωνι τοὐ Πλάτωνος Σωκράτης· λέγει γὰρ ἐν ἐκείνοις ὁ Σωκράτης “τί ἐροῦμεν πρὸς ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα τοιαῦτα; πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου, ὃς τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι’’. ἐν δὲ τῷ ‘πότερον δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ ἄδικα;’ τὸ κρίνειν ἴσον ἐστὶ τῷ κατακρίνειν καὶ καταδίκῃ ὑποβάλλειν. τίνα γάρ φασί, δεῖ καταδίκης ἀξιοῦν, τὸν τὰ δίκαια λέγοντα ἢ τὰ ἄδικα; εἰπόντος δὲ τοῦ ἀποκρινομένου ὅτι τὸν τὰ ἄδικα λέγοντα καταδικάζειν δεῖ, ἐπῆγον περὶ τοῦ ἀδικηθέντος λέγοντες· ὅδε δὲ ἄδικα λέγει· ἃ γὰρ ἔπαθεν, ἐκεῖνα καὶ διηγεῖται καὶ λέγει· ἔπαθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει· ὥστε εἰ τὸν τὰ ἄδικα λέγοντα κρίνειν δεῖ καὶ καταδικάζειν, οὗτος δὲ ἄδικα λέγει, τοῦτον ἄρα δεῖ καταδικάζειν· οὗτος δέ ἐστιν ὁ ἀδικηθείς· δεῖ ἄρα τὸν ἀδικηθέντα καταδικάζειν, δικαιοῦν δὲ τὸν ἄδικον. τὸ δὲ ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν ὡς αἰτία ἐπῆκται τοῦ ἄδικα λέγειν τὸν ἀδικηθέντα· δίκαιον γάρ, φασὶν οἱ σοφισταί, λέγειν τὸν ἀδικηθέντα ἃ πέπονθε· πέπονθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει. μέχρι μὲν τούτου ἐτίθει μόνα αὐτὰ τὰ σοφίσματα· τὸ δὲ ἐντεῦθεν τὰς λύσεις αὐτῶν ἐπάγει. ἔστι δὲ ἣν νῦν λέγει ἐν τῷ οὐ γάρ, εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως λύσις τοῦ λέγοντος σοφίσματος ‘εἰ τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερόν ἐστι τοῦ δικαίως, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον’. ἔστι δὲ ὃ λέγει· οὐ γάρ, εἰ τὸ ἀποθανεῖν ἀδίκως ἢ ὅλως παθεῖν τι ἀδίκως αἱρετόν, καὶ ἀπλῶς τὸ ἀδίκως τοῦ δικαίως αἱρετώτερον, ἀλλ’ ἀπλῶς μὲν αἱρετώτερόν ἐστι τὸ δικαίως καὶ τὸ δίκαιον, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως, τουτέστιν ἐνταῦθα μέντοι οὐδὲν κωλύει τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερον εἶναι τοῦ δικαίως· οὐ γάρ, εἰ τί ποτέ ἐστιν αἱρετώτερον ἢ πρός τι, καὶ ἁπλῶς τὸ οὕτως λεγόμενον αἱρετώτερόν ἐστι. τὸ δὲ καὶ τὸ ἔχειν τὰ ἑαυτοῦ δίκαιον, τὰ δὲ ἀλλότρια οὐ δίκαιον λύσις ἐστὶ τοῦ σοφίσματος τοῦ τὰ ἑαυτοῦ ἔχειν ἕκαστον δίκαιον εἶναι ἀξιοῦντος. λέγει δὲ ἀληθὲς μὲν εἶναι τὸ δίκαιον λέγειν τὰ ἑαυτοῦ ἔχειν, ἄδικον δὲ τὸ τὰ ἀλλότρια· κρίσιν μέντοι τοιαύτην, εἰ καὶ ψευδής ἐστι, τουτέστιν εἰ καὶ ἡμαρτημένη ἐστὶ πρὸς τὸ φύσει δίκαιον βλέποντι, ὅμως οὐδὲν κωλύει λέγειν δικαίαν εἶναι, ἐπειδὴ κατὰ τὴν τῶν νόμων πρόσταξιν πεπέρασται, καὶ πολλὰ μέν εἰσιν ἃ φαίνεται ἄδικα μὲν διὰ τὸ μὴ κατὰ νόμους προβῆναι, δίκαια δὲ ὅμως ὄνια φύσει, καὶ πολλὰ ἔμπαλιν δίκαια διὰ τὸ νομίμως πεπεράνθαι, ἄδικα δὲ φύσει. οὐ γάρ, εἰ δίκαιον, φησί, τὸ τοδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον, τουτέστιν οὐ γάρ, εἰ ὁ νόμος δίκαιον μὲν λέγει τοδί, τοὐναντίον δὲ ἔκρινεν ὁ δικαστὴς πρὸς τὸ φύσει δίκαιον ἀποβλέψας, καὶ ἀπλῶς τὸ μὲν παρὰ τοῦ νόμου λεγόμενον δίκαιόν ἐστι, τὸ δὲ κατὰ τὴν δόξαν τοῦ κριτοῦ ἄδικον, ἀλλ’ ἐνδέχεται καὶ ἔμπαλιν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
