# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 18-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 171b18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/18-2

Ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλλογισμὸς ἐριστικὸς λόγος. Δύο εἰπὼν ἐριστικοὺς συλλογισμούς, τόν τε κατὰ τὸ σχῆμα ἡμαρτημένον καὶ τὸν μὴ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς προκειμένης μεθόδου φαινόμενον δὲ ἐκ τούτων, νῦν συνάπτει τούτους, ἢ μᾶλλον ἓν ὄνομα καὶ ἀμφοτέροις τίθησιν. ἐριστικὸς γάρ ἐστι λόγος καὶ ὁ περὶ τῶνδε φαινόμενος, περὶ τῶνδε φαινόμενον λέγων τὸν μὴ κατὰ τὸ σχῆμα ὑγιῆ. καὶ ὁ κατὰ τὸ πρᾶγμα δὲ φαινόμενος, κἂν ὑγιὴς μέν ἐστι κατὰ τὸ σχῆμα (τοῦτο γὰρ δηλοῦται διὰ τοῦ κἄν ᾖ συλλογισμός [δοκῶν]), δοκῶν συνάγεσθαι μὲν ἐκ τῶν ἀρχῶν τοῦ πράγματος, μὴ συναγόμενος δὲ ἀπ’ ἐκείνων ἀλλὰ φαινομένως, ἐριστικός ἐστι λόγος. διὰ τί δὲ ἐριστικός ἐστιν, ἐπήγαγε λέγων φαινόμενος γάρ ἐστι κατὰ τὸ πρᾶγμα, ὥστε ἀπατητικὸς καὶ ἄδικος· διὰ τοῦτο γοῦν καὶ σοφιστικός. ὥσπερ δὲ καὶ ἐν τοῖς δρομικοῖς ἀγῶσιν ἀδικία τίς ἐστιν, ὅταν οἱ δρομεῖς ἀφέντες εὐθὺ τῆς νύσσης φέρεσθαι ἀλλήλους ἐμποδίζουσιν, οὕτως ἐστὶ καὶ ἐν διαλέξει ἀδικομαχία τις ἐριστικὴ τιθέντων τῶν διαλεγομένων ἀλλήλοις σκῶλα πρὸς τὸ μὴ συναχθῆναι τὸ παρ’ ἑκατέρου μελετώμενον. ἢ ὥσπερ ἐν τῷ τοιούτῳ ἀγῶνι ἀδικία γίνεται, ὅταν προεκτρέχοντος ἄλλου καὶ προπορευομένου ἄλλος ὑποφθάσας κατάσχῃ αὐτὸν καὶ κωλύσῃ τοῦ δρόμου (ἔδει γὰρ ἄμφω τρέχειν καὶ οὕτω φανῆναι τὸν δόκιμον), οὕτω καὶ τοὺς διαλεγομένους δεῖ μὴ σπεύδειν ἀδικεῖν τὸν προσδιαλεγόμενον διὰ τοῦ ἀπατᾶν. εἰ δὲ μὴ τοῦτο γίνεται, τότε ὁ ἀγαθὸς διακρίνεται περὶ τὴν διάλεξιν. νῦν δὲ δι’ ὧν λέγει καὶ τὴν διαφορὰν τοῦ σοφιστικοῦ καὶ ἐριστικοῦ παραδίδωσιν· οὔτε γὰρ οἱ αὐτοί εἰσι πάντῃ οὔτε πάντῃ ἕτεροι, ἀλλ’ ᾗ μὲν τῶν αὐτῶν λόγων εἰσὶν οἱ φιλέριδες καὶ οἱ σοφισταὶ καὶ ἀμφότεροι ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ ἐπιχειροῦσιν, εἰσὶν οἱ αὐτοί, ᾗ δὲ οἱ μὲν ἐριστικοὶ χάριν νίκης καὶ τῆς ἀπὸ τῶν παρεστώτων δόξης τοῦτο ποιοῦσιν, οἱ δὲ σοφισταὶ χάριν χρηματισμοῦ καὶ πλούτου, διαφέρουσιν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
