# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 18-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 172a18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/18-3

Εἰ δὲ ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα. Εἰπὼν ὅτι ἡ διαλεκτικὴ ἐρωτητική ἐστι καὶ διὰ τοῦτο οὐκ ἀποδεικτική (ὁ γὰρ ἀποδεικνὺς οὐκ ἐρωτᾷ, ὅτι μηδὲ τὴν ἀντίφασιν ἀλλὰ λαμβάνει τὸ ἀληθές), νῦν αὐτὸ τοῦτο πάλιν κατασκευάζει, ὅτι οὐκ ἀποδεικνύει ὁ διαλεκτικός. φησὶ γὰρ εἰ δὲ ἐδείκνυεν, οὐκ ἄν ἠρώτα, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχάς. τὸ γὰρ ἑξῆς τῆς λέξεως, ἄν πλῆρες, τοιοῦτον. εἰ ἐδείκνυε, φησίν, ὁ διαλεκτικός, οὐκ ἄν ἠρώτα. διὰ τί; ὅτι “οὐκ ἐρωτᾷ ἀλλὰ λαμβάνει ὁ ἀποδεικνύων”, ὡς ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ὥστε ἢ περὶ οὐδενὸς ἂν ἠρώτα ὅλως, ἀλλὰ τὰ οἰκεῖα τοῦ δεικνυμένου λαμβάνων συνεπέραινεν ἄν τὸ προκείμενον, ἢ εἴπερ ὅλως ἠρώτα, ἀλλ’ οὖν περὶ τῶν πρώτων καὶ τῶν οἰκείων ἀρχῶν οὐκ ἄν ἠρώτα καὶ ἀπό τινων ἐνδόξων συνελογίζετο καὶ ῥοπὴν ἐδίδου πρὸς συγκατάθεσιν αὐτῶν· οὐδεμία γὰρ ἐπιστήμη περὶ τῶν οἰκείων διαλέγεται ἀρχῶν, ἀλλ’ ὡς οὕτως ἐχούσαις χρωμένη τὸ ἑξῆς συμπεραίνεται. ὅτι δὲ καὶ τὰς ἀρχὰς ὁ διαλεκτικὸς συλλογίζεται, δῆλον· λαμβάνει γὰρ οὕτως· πᾶν πέρας μιᾷ διαστάσει λείπεται οὗ ἐστι πέρας, ὥστε καὶ ἡ στιγμὴ πέρας οὖσα γραμμῆς μιᾷ διαστάσει ἀπολειφθήσεται τῆς γραμμῆς· ἐπεὶ δὲ ἡ γραμμὴ ἐφ’ ἓν διαστάτη, ἡ στιγμὴ ἔστι ἀδιάστατος καὶ ἀμερής. τὸ δὲ μὴ διδόντος γὰρ οὐκέτ’ ἄν εἶχεν ἐξ ὧν διαλέξεται τοιοῦτόν ἐστιν· εἰ γὰρ ἀποδεικνύουσα μὴ ὡς ἀληθέσιν οὔσαις ἐχρῆτο ταῖς ἀρχαῖς, ἀλλ’ ἠρώτα, οἷον, εἰ οὕτως ἔτυχεν, ἆρά γε αἱ ἀπὸ τοῦ κέντρου ἴσαι ἀλλήλαις εἰσίν, ὁ δὲ ἀποκρινόμενος ἀπέφησεν, οὐκ ἄν εἶχεν ἐξ ὧν ἔτι διαλέξεται καὶ δείξει ὅτι εἰσὶν ἴσαι· εἰ γὰρ αἱ δείξεις ἐκ τῶν προτέρων καὶ αἰτίων, τῶν δὲ ἀρχῶν οὐδέν ἐστι πρότερον, οὐκ ἄν εἶχε δεῖξαι ὅτι ἴσαι εἰσίν. ὥστε διὰ ταῦτα οὐκ ἐρωτῶσιν οἱ ἀποδεικνύντες. ἐπεὶ οὖν ὁ μὲν δεικνύων οὐκ ἐρωτᾷ, ὁ δὲ διαλεκτικὸς ἐρωτᾷ, ὁ διαλεκτικὸς οὐ δεικνύει. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι· οὐδεὶς δεικνύων ἐρωτᾷ, πᾶς διαλεκτικὸς ἐρωτᾷ, καὶ τὸ συμπέρασμα δῆλον.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
