# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 18-5

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 177a18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/18-5

Ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη. ’Ev ὅσοις δέ, φησίν, ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφάσκειν, τουτέστιν οὐ δεῖ ἁπλῶς ἀποφάσκειν καὶ λέγειν ὅτι οὔ, ὅταν πῇ μέν ἐστιν ἀληθὲς πῇ δὲ ψευδές. ἐπὶ τούτων δὴ οὗν οὐκ ἀνάγκη προαποφάσκειν· ψευδῶς γὰρ ἀποφάσκοις ἄν. ὅταν δὲ ὅλως ᾖ ψεῦδος, δεῖ ἀποφάσκειν· οἷον ἆρά γε ὁ Αἴας Θερσίτῃ ἐμονομάχησεν; οὔ· ἐνταῦθα γὰρ ἀνάγκη προαποφῆσαι· οὐδεὶς γὰρ τοῖν Αἰάντοιν Θερσίτῃ ἐμονομάχησεν. ἐπὶ δὲ τοὐ ‘ἀρά γε ὁ ἐπιστάμενός τι λέγειν καὶ ἐκεῖνο συνεπίσταται ὃ λέγει;’ οὐκ ἀνάγκη ἀποφῆσαι· ἐπὶ γὰρ τοῦ ἐπιστήμονος ψεῦδος τὸ ἀποφῆσαι· συνεπίσταται γὰρ ὁ ἐπιστήμων ἃ λέγειν ἐπίσταται. ἐπὶ μὲν οὖν τούτων οὐκ ἀνάγκη. ἐπὶ δὲ τοῦ συμπεράσματος ἀνάγκη λέγειν οὔ· οἷον ‘οὐκ ἄρα συνεπίσταται ὃ ἐπίσταται λέγειν’· ῥητέον οὔ· ψεῦδος γὰρ τὸ τοὺς ὡδὶ ἐπισταμένους, οἷον τοὺς ἐπιστήμονας, [τὸ] μὴ συνεπίσταθαι λέγειν ἐπίστανται. εἰπὼν δὲ ὅτι οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν, τὴν αἰτίαν ἐπήγαγε τούτου διὰ τοῦ οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος, τουτέστιν οὐ γὰρ πρὸς τοῦτο τὸ ἐρώτημά ἐστιν ὁ λόγος ἀλλὰ διὰ τοῦτο, ἤτοι τὸ συμπέρασμα· διὰ γὰρ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα. καὶ ἐπεὶ διὰ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα, ἐν δὲ τῷ ἐρωτήματι ἄδηλόν ἐστι τὸ συμβαῖνον (ἀγνοοῦμεν γὰρ εἴτε ἐπὶ τοῦ ἐπιστήμονος εἴτε ἐπὶ τοῦ παιδὸς τὸν λόγον συμπερανεῖ), οὐκ ἀνάγκη προαποφάσκειν, ἀλλὰ λέγειν ὅτι ἴσως ἢ ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ὅπερ αὐτὸς ποίει.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
