Ancient Greek
Page 169b18
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 18.1
Not analysed yet
Ἐπεῖ δ’ ἔχομεν παρ’ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί. Ἐπειδὴ φαινόμενος συλλογισμὸς καὶ σοφιστικὸς συλλογισμὸς ταὐτόν ἐστιν, ὡς ἐν ἀρχῇ τοῦ παρόντος βιβλίου δέδεικται, ἔχομεν δὲ παρ’ ὁπόσα οἱ φαινόμενοι συλλογισμοὶ γίνονται (ταῦτα δέ ἐστιν οἱ εἰρημένοι δεκατρεῖς τρόποι), δῆλον ὡς ἔχομεν καὶ παρ’ ὁπόσα γίνονται οἱ σοφιστικοὶ συλλογισμοί. παρ’ ὅσα γὰρ οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί· παρὰ δὲ τοὺς εἰρημένους τρόπους οἱ φαινόμενοι· παρὰ τούτους ἄρα καὶ οἱ σοφιστικοί. τὸ δὲ παρ’ ὅσα γίνονται οἱ φαινόμενοι ἴσον ἐστὶ τῷ ῾δι’ ὅσα᾿· δι’ ὅσους γὰρ τρόπους καὶ δι’ ὅσας αἰτίας οἱ φαινόμενοι, διὰ τοσούτους οἱ σοφιστικοί. εἰπὼν δὲ ὅτι παρ’ ὅσα γίνονται οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, λέγει ὅτι οὐ μόνον τὸν φαινόμενον συλλογισμόν· οὗτος δέ ἐστιν ὁ μὴ τὸ σχῆμα ἔχων ὑγιές, ὡς καὶ ἐν ἀρχῇ τοῦ βιβλίου εἴρηται, οἷος ὁ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι ἢ ὁ ἐκ δύο μερικῶν ἔν τινι τῶν σχημάτων πειρώμενός τι συνάγειν· οὐ μόνον οὖν φησι τὸν φαινόμενον συλλογισμὸν γίνεσθαι παρὰ τοὺς εἰρημένους τρόπους ἀλλὰ καὶ τὸν ὄντα μὲν φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος, μὴ ὄντα δὲ οἰκεῖον· τοῦτο γὰρ δεῖ προσυπακούειν. οὗτος δέ ἐστιν ὁ ὑγιῶς μὲν συλλογιζόμενος μὴ κατὰ τὸ πρᾶγμα δέ, ὅπερ οὐ τῆς σοφιστικῆς λέγει εἶναι ἀλλὰ τῆς πειραστικῆς· οἱ γὰρ πειραστικοὶ πρὸς ὠφέλειαν τοῦ προσποιουμένου τὸ πρᾶγμα εἰδέναι μὴ εἰδότος δὲ τοὺς λόγους ποιούμενοι ἐλέγχουσι μὲν τὸν ἀποκρινόμενον καὶ εἰς ἀντιφάσεις συνθλίβουσιν αὐτόν, ἀλλ’ οὐκ ἐκ τῶν οἰκείων τοῦ πράγματος περὶ οὗ τοὺς λόγους ποιοῦνται, ἀλλ’ ἔκ τινων δοκούντων μὲν οἰκείων εἶναι τοῦ πράγματος μὴ ὄντων δέ. διὰ τοῦτο γὰρ μὴ κατὰ τὸ πρᾶγμα ἐλέγχειν οἱ τοιοῦτοι λέγονται, ὅτι τὰς μὲν ἀρχὰς φυλάττουσι τοῦ ἐν τῷ πρώτῳ τῶν τοπικῶν εἴρηται, “καὶ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν ὁ παραλογισμὸς γίνεται’’, καὶ δοκεῖ μὲν ἐκ τῶν οἰκείων τοῦ πράγματος εἶναι, οὐκ ἔστι δέ. εἶτα καὶ τὴν αἰτίαν τίθησι τοῦ πῶς ὁ πειραστικὸς δύναται ἐλέγχειν τὸν προσποιούμενον εἰδέναι καὶ μὴ εἰδότα λέγων ἔστι δὲ ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς. εἰ οὖν ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, αὐτὴ δὲ ἡ διαλεκτικὴ δύναται συλλογίζεσθαι ψεῦδος δι’ ἄγνοιαν τοῦ διδόντος, συλλογίζεται καὶ τὸ μέρος αὐτῆς τὸ τοιοῦτον. πῶς δέ ἐστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, προϊὼν ἐρεῖ, καὶ ἡμεῖς τὰ δοκοῦντα ἐκεῖσε ἐροῦμεν. ἀλλ’ ὁ μὲν διαλεκτικὸς καὶ πειραστικὸς δῆλον ποιοῦσι τὸν ἀποκρινόμενον ὡς ἀγνοεῖ διὰ τὸ τὰ συμπεράσματα συνάγειν ἐκ τῶν δοκούντων καὶ συγκεχωρημένων τῷ ἀποκρινομένῳ· ἔχομεν δὲ τούτων πολλὴν ἀφθονίαν ἔν τε τῷ Πρωταγόρᾳ καὶ τῷ Γοργίᾳ καὶ τοῖς ἄλλοις διαλόγοις τοῦ Πλάτωνος, ἐν οἷς κατὰ τῶν σοφιστῶν ἀγωνίζεται. ὁ δὲ σοφιστικός, ἄν συλλογίζηται τὴν ἀντίφασιν, οὐ ποιεῖ δῆλον εἰ ἀγνοεῖ ὁ ἀποκρινόμενος· ὁμώνυμα γὰρ καὶ ἀμφίβολα καὶ οἷα πολλάκις εἴρηται τὰ ἐρωτήματα προφέροντος τίς οἶδε τῶν ἀκροωμένων, πρὸς τίνα τῶν ὑπὸ τούτων τῶν ἐρωτημάτων σημαινομένων ὁ μὲν ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται; κἂν γὰρ τύχῃ ὁ ἀκροατὴς εἰδὼς ὁσαχῶς τὸ ἐρώτημα λέγεται, ὅμως ἐμποδίζεται διακρῖναι εἰ ἐλήλεγκται ὁ ἀποκρινόμενος. ἐπὶ γὰρ τοῦ ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν;’ τίς οἶδε τῶν ἀκροωμένων περὶ τίνος τῶν σιγώντων ἥ τε ἐρώτησις καὶ ἀπόκρισις γέγονεν, ἵνα διακρίνῃ τὸν ἀποκρινόμενον εἰ ἀγνοεῖ ἢ μή; ὁμώνυμα γὰρ ἐρωτώντων τῶν σοφιστῶν καὶ ἀμφίβολα οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοῦ τεθέντος παρὰ τοῦ προσδιαλεγομένου, ἢ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ἂν ἀμφίβολόν ἐστι τὸ ἠρωτημένον ἢ ὁμώνυμον ἢ μὴ καλῶς συντεθὲν ἢ διαιρεθέν. εἰ γάρ τις ἐρωτηθείη παρὰ σοφιστοῦ ῾ἆρά γε ὁ κύων καύματα ποιεῖ;’ ,ὁ δὲ εἴπῃ ιοὔ’ διὰ τὸ τὸν χερσαῖον κύνα μὴ ποιεῖν καύματα, ἐμποδίζεται ὁ ἀκροατὴς ἐληλεγμένον ἔχειν τὸν ἀποφήσαντα· ὅσον γὰρ ἐπὶ τούτῳ, τῷ χερσαίῳ φημὶ κυνί, ἠλήθευκεν ὁ ἀποκρινόμενος καὶ οὐκ ἐλήλεγκται.