Ancient Greek
Page 173a19
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 19-2
Not analysed yet
Ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει τὸ ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν. Καὶ ἕτερον τόπον παραδίδωσι δι’ οὗ ἄν τις εἰς παράδοξον ἄγοι τὸν ἀποκρινόμενον. ἔστι δὲ τοιοῦτος· εἰσί τινα τῶν ἐρωτημάτων κατὰ ἀντίφασιν ἐρωτώμενα, ἐφ’ ὧν οἷον ἂν ἀποκριθείη ὁ ἐρωτώμενος, ἄδοξα λέγειν νομίζεται ὡς τοῦ ἑτέρου καταφρονῶν. εἰσὶ δὲ τῶν οὕτως ἐρωτωμένων τὸ μὲν παρὰ τῶν πολλῶν οὕτως ἔχειν δοξαζόμενον καὶ παρ’ αὐτῶν σπουδαζόμενον, τὸ δὲ παρὰ τῶν σοφῶν ἐπαινούμενον καὶ ἐπιτρεπόμενον· οἷον τί φημι; ὁ μὲν πολὺς ὄχλος δεῖν δοξάζει τῷ πατρὶ πείθεσθαι. ὁ δὲ σοφὸς τοῖς σοφοῖς, καὶ ἀδικεῖσθαι μᾶλλον ὁ σοφὸς λέγει ἢ ἕτερον βλάπτειν. ἐπεὶ οὖν ἐν ἐνίοις τῶν ἐρωτημάτων, φησίν, οὐ δύναται ὁ ἀποκρινόμενος ἀποκρίνασθαι τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως (οἷον γὰρ ἄν ἄδοξα λέγων εὑρεθήσεται· οἷόν ἐστι τὸ ῾ἆρά γε δεῖ τῷ πατρὶ πείθεσθαι ἢ τοῖς σο|φοῖς; ᾿· εἰ μὲν γὰρ εἴπῃ τοῖς σοφοῖς, ἄδοξον μὴ τῷ πατρὶ πείθεσθαι· εἰ δὲ τῷ πατρί, πάλιν διὰ τί μὴ τοῖς σοφοῖς;) ,δεῖ οὖν, ἐὰν ἀποκρίνηται ὥσπερ οἱ σοφοὶ λέγουσι καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἐρεῖ, μετάγειν ἐπὶ τοὺς πολλούς· τὸ γὰρ ἀνάπαλιν οὗτοι δοξάζουσιν· εἰ δὲ ὃ οἱ πολλοί, ἄγειν ἐπὶ τὰ τῶν σοφῶν. ἔστι δὲ καὶ τοῦτο ὅμοιον τῷ κατὰ νόμον καὶ κατὰ φύσιν· ὃ μὲν γὰρ ὁ πολὺς λεὼς δοξάζει, τοῦτο τῷ νόμῳ ἔοικεν, ἐπεὶ καὶ ὁ νόμος δόξα <τῶν> πολλῶν ἐστιν· ὃ δὲ οἱ σοφοὶ τοῦτο καὶ ἡ φύσις αὐτὴ λέγει καὶ ἡ ἀλήθεια.