# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 2-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 184a2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/2-3

Οὐ γὰρ τέχνην ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης. Τέχνη ἐστὶ πᾶσα ἡ συλλογιστικὴ μέθοδος, ἐν ᾗ ἐστι καὶ ὁ ἀληθινὸς ἔλεγχος· ὁ δὴ ταύτην παραδοὺς καὶ τέχνην δίδωσι καὶ παιδεύει. αἱ δὲ παραγωγαὶ καὶ οἱ παραλογισμοί, οἱ τρόποι δηλονότι τῆς ἀπάτης, οἷς καὶ ἐχρῶντο καὶ ἐδίδασκον οἱ σοφισταί, οὐ τέχνη ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης· ὁ γὰρ ἔχων τὴν δύναμιν καὶ ἐπιστήμην τοῦ συλλογίζεσθαι, ἐκεῖνος δῆλον ὅτι δύναται καὶ παραλογίζεσθαι. ὥσπερ γὰρ ὁ ἔχων τὴν τέχνην τοῦ ὀρθογραφεῖν καὶ ὑγιάζειν ἐκεῖνος | οἶδε μάλιστα καὶ μὴ ὀρθογραφεῖν f. 62v καὶ νόσον ἐμποιεῖν, οὕτως καὶ ὁ δυνάμενος ἐπιστημόνως συλλογίζεσθαι, ἐκεῖνος οἶδε καὶ παραλογίζεσθαι. ὥστε τὸ παραλογίζεσθαι, ὅπερ ἐπετήδευον οἱ σοφισταὶ καὶ ἄλλους ἐδίδασκον, οὐ τέχνη ἐστὶν ἀλλὰ τὸ ἀπὸ τέχνης δυνάμενον γίνεσθαι. ἀλλὰ καὶ οἱ διὰ τῆς διαιρετικῆς συλλογίζεσθαι διδάσκοντες καὶ ταύτην παραδιδόντες οὐ τέχνην (“ἔστι γὰρ διαιρετική”, ὡς ἐν τῷ Περὶ εὐπορίας προτάσεων εἴρηται, “οἷον ἀσθενὴς συλλογισμός”) ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης· τοῦ γὰρ εἰδότος σθλλογίζεσθαι καὶ ἀποδεικνύναι καὶ τὸ διαιρεῖν καὶ τὸ ἐκ διαιρέσεως ληφθὲν συλλογιστικῶς συμπεράνασθαι. ἀλλὰ καὶ οἱ δι’ ἐπαγωγῆς τι συνάγοντες τὸ αὐτὸ πάσχουσιν. ἐν δὲ τῇ λέξει τῇ ἐξ ἀρχῆς ὑπαρχόντων ἔχειν ἡ μέθοδος ἱκανῶς τὸ ἱκανῶς θαρρούντως ἐπῆκται· αἱ μὲν γὰρ ἄλλαι τέχναι οὐκ ἐξ ἀρχῆς οὐδὲ ὑπ’ αὐτῶν τῶν εὑρόντων τὸ τέλειον ἔσχον ἀλλ’ ἀπὸ τῶν διαδεξαμένων αὐτάς· ἡ δὲ λογικὴ πραγματεία τῷ Ἀριστοτέλει πρώτως εὑρεθεῖσα καὶ παρ’ αὐτοῦ τετελείωται. ᾧ δεῖ πάντας ἡμᾶς οὐ πολλήν, ὡς αὐτὸς ἔφησεν, ἀλλ’ οὐδ’ ὅσην εἰπεῖν δυνατὸν ἔχειν χάριν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
