Ancient Greek
Page 170a20
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 20
Not analysed yet
Παρὰ πόσα δὲ ἐλέγχονται οἱ ἐλεγχόμενοι. Πάρ’ ὅσα μέν, φησί, φαινομένως ἐλέγχεσθαί τινες δοκοῦσιν, εἴρηται, καὶ ὡρίσθησαν οἱ φαινόμενοι ἔλεγχοι, καὶ δέκα καὶ τρεῖς εἰσιν οἱ πάντες· ὧν πάντων ἢ ἐνίων παραλαμβανομένων ὁ παραλογισμὸς καὶ ὁ φαινόμενος ἔλεγχος γίνεται. παρ’ ὅσα δὲ ἄλη θὼς ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐδεὶς ἀριθμῆσαι ἢ παραδοῦναι δύναται οὐδὲ εἰς ἀριθμόν τινα θεῖναι ὡρισμένον τοὺς τρόπους δι’ ὧν ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι· ὅσαι γὰρ ἀποδείξεις, τοσοῦτοι δύνανται καὶ ἔλεγχοι γίνεσθαι πρὸς τοὺς μὴ τιθεμένους τὸ συναχθὲν ἐκ τῶν δοθέντων συμπέρασμα λαβοῦσι τὴν ἀντίφασιν. οὐ δεῖ οὖν, φησί, πειρᾶσθαι λαμβάνειν δι’ ὅσων καὶ οἵων τοὺς ἀληθεῖς ἐλέγχους ποιοῦσιν οἱ ἀληθινῶς ἐλέγχοντες, εἰ μή τις εἴη τὰς ἐπιστήμας πάσας εἰδὼς καὶ ἐν πάσαις ἔχων τὸ ἀκρότατον· εἰ γὰρ μὴ τοιοῦτός ἐστι, πῶς ἄν δυνηθείη ἀληθῶς ἀπελέγχειν τὸν ἔν τινι ἐπιστήμῃ σφαλλόμενον; τοῦτο δέ, τὸ πάσας εἰδέναι, οὐ μιᾶς ἐστι τέχνης καὶ ἀδύνατον· ἄπειρα γὰρ τὰ ἀληθῶς δεικνύμενα· ἄπειροι ἄρα καὶ οἱ ἀληθεῖς ἔλεγχοι. ἐν δὲ τῷ ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι τὸ ἴσως εἶπε κατὰ τὴν ἑαυτοῦ δόξαν· ἀιδίου γὰρ ὄντος κατ’ αὐτὸν τοῦ κόσμου, ὡς ἐν τῷ Περὶ οὐρανοῦ αὐτῷ δέδεικται, ἐπ’ ἄπειρον καὶ αἱ ἐπιστῆμαι αὐξηθήσονται. οὐ δεῖ μὲν οὖν ζητεῖν κατὰ πόσους τρόπους οἱ ἀληθεῖς ἔλεγχοι γίνονται. ὅτι δὲ ὅλως εἰσὶν ἀληθεῖς ἔλεγχοι ὥσπερ καὶ φαινόμενοι, δῆλον. ὅσα γάρ, φησίν, ἔστ’ ἱν ἀποδεῖξαι τῇ καλουμένῃ ἐπ’ εὐθείας δείξει, ἔστι καὶ δι’ αὐτῆς καὶ διὰ τῆς ἀδυνάτου δείξεως ταῦτα συστῆσαι καὶ ἐλέγξαι τὸν μὴ συγχωροῦντα τὸ συνηγμένον ἐκ τῶν τεθέντων ἀλλὰ τὸ ἐναντίον τιθέντα τῷ ἀληθεῖ· ὁ δὲ τοῦτον ἐλέγχων καὶ ἀποδεικνὺς ψευδόμενον συλλογισμὸς ἀληθής ἐστιν ἔλεγχος. ὥστε τὸν μέλλοντα ἀληθῶς ἐλέγχειν δεῖ πάντων ἐπιστήμονα τυγχάνειν· τοιοῦτος γὰρ ὢν ῥᾳδίως ἄν ἐλέγξῃ τὸν μὴ συγχωροῦντα τὴν θέσιν ἢ τὸ συμπέρασμα λαβὼν τὴν ἀντίφασιν. εἰπὼν δὲ ὅτι δεήσει πάντων ἐπιστήμονα εἶναι, ἐπήγαγεν οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, ὥστε γεωμετρικὸν εἶναι δεῖ τὸν μέλλοντα ἐλέγχειν τοὺς παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας συλλογιζομένουν́ καὶ ἰατρικὸν τοὺς παρὰ τὰς τῆς ἰατρικῆς καὶ μουσικὸν ὡσαύτως τοὺς παρὰ (xac) τῆς μου- μουσικῆς, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥστε εἴ τις ἅπαντας ἐλέγχειν μέλλει, δεῖ τοῦτον ἐπιστήμονα πάντων εἶναι.