# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 20-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 176b20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/20-3

Ἔτι οὗ τὸ ἀληθὲς ἀμφιδοξεῖται. Ἐφ’ ὧν, φησίν, οὐκ ἔστι τὸ ἀληθὲς ὁμολογούμενον ἀλλ’ ἀμφιδοξούμενον, μάλιστά τις μεταφέρων καὶ μεταλαμβάνων τὰ ὀνόματα πρὸς τὸ χρήσιμον αὐτῷ διαλάθοι ἄν. εἰ γὰρ ἀληθὲς μέν ἐστι τὸ τὴν ψυχὴν ἐξ ἑαυτῆς κινεῖσθαί τε καὶ αὐτοκίνητον εἶναι, ἀμφιδοξεῖται δὲ καὶ ἐπίσης φαίνεται καὶ κινεῖσθαι ἐξ ἑαυτῆς καὶ μὴ κινεῖσθαι (οὐδὲν γὰρ κωλύει ἐφ’ οὗ τις μὴ ἔχει ἀκριβῆ κατάληψιν, ἐπίσης νομίζειν καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως), ἂν μεταφέρῃ τὸ τῆς κινήσεως ὄνομα ὁ ἀποκρινόμενος εἰς τὴν ἀκινησίαν καὶ φησὶν ὅτι ἡ ψυχὴ ἀκίνητός ἐστιν, ἀλλ’ οὐχ ὡς σὺ ἤρου κινουμένη, οὐ δόξει σοφίζεσθαι καὶ σοφιστικῶς ἀποκρίνεσθαι. νεσθαι. δειχθείη δ’ ἄν ἡ ψυχὴ διὰ μὲν τοῦ αὐτοκινήτου ἀθάνατος, θνητὴ δὲ διὰ τοῦ ἐναντίου· εἰ γὰρ μὴ κινεῖται, οὐδὲ χωρίζεται τοῦ σώματος, καὶ εἰ μὴ χωρίζεται, ἐστὶ θνητή. ἢ λέγοι ἂν διὰ τοῦ μεταφέρειν τὸ μεταφοραῖς χρῆσθαι· εἰ γάρ τις θείη τὴν ψυχὴν θνητήν, χρήσεται δέ] τις μεταφορᾷ καὶ εἴπῃ ‘εἰ ἡ ψυχὴ ἁρμονία ἐστὶ ζωὴ οὖσα’, ὡς ὁ Πλάτων’ ἐν τῷ Φαίδωνι πεποίηκεν, ‘οὐκ ἂν γένοιτό ποτε ἀναρμοστία, ἤτοι θάνατος· εἰ γὰρ ἡ ψυχὴ ζωὴ οὖσα ἁρμονία ἐστίν, πάντως ὁ θάνατος ἀναρμοστία ἐστίν· εἰ δὲ ἡ ἁρμονία μὴ γίνεται ἀναρμοστία, πάντως οὐδὲ θάνατος· ἀθάνατος ἄρα ἡ ψυχή’. καλλίων δὲ ἡ προτέρα ἐξήγησις διὰ τὰ εὐθὺς ἐπενηνεγμένα· λέγει γὰρ ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστατέον. τῷ ἀποκρινομένῳ ταῦτα πάντα παρεγγυᾶται, | πῶς δῆτα τὰς ἀποκρίσεις ποιουμένῳ οὐκ ἔσται αὐτῷ συμποδισμὸς καὶ ἀπάτη· λέγει γοῦν καὶ ταῦτα τῆς ἄνωθεν ἐννοίας ἐξηρτημένα. ἔστι δὲ τοιοῦτος τῶν λεγομένων ὁ νοῦς· ὅταν τινὰ ἐρωτῶνται, οἶδεν δὲ ὁ ἀποκρινόμενο·ς αὐτὰ δὴ τὰ ἐρωτώμενα ἀμφίδοξα εἶναι, προαγορευέτω καὶ λεγέτω μὴ οὕτως ἔχειν, ὡς ὁ ἐρωτῶν τίθησιν, ἀλλὰ ἐναντίως· οὕτω γὰρ ποιῶν καὶ μόνον οὐχὶ ἐπιστομίζων διὰ τοῦ λέγειν ‘οὐχ οὕτως ἔχει ὡς σὺ φῄς, ἀλλὰ μᾶλλον τὸ ἐναντίον’ κωλύσειε τὸν ἐρωτῶντα ὃ βούλεται συμπεράνασθαι.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
