# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 20-4

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 117a20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/20-4

’Ev ἀρχῇ μὲν οὖν τὸ διπλοῦν καὶ ὄνομα καὶ λόγον. ἰπῶν πῶς οὐ δεῖ ἀποκρίνεσθαι δι’ ὧν ἔλεγεν ὅτι ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφῆσαι, νῦν διδάσκει καὶ πῶς δεῖ τὰς ἀποκρίσεις | ποιεῖσθαι. καὶ φησὶν ὅτι, ὅταν ἐν τῇ ἀρχῇ, f. 45r τουτέστιν ἐν τῇ προτάσει, ἢ ὄνομά τι ἔχῃ τὸ διττὸν ἢ ὁ λόγος, δεῖ εὐθὺς ἅμα τῇ ἐρωτήσει μὴ συγχωρεῖν αὐτὴν καὶ κατανεύειν, ἀλλὰ λέγειν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ.· καὶ ἐπάγει πρὸς σαφηνισμὸν τούτου τὸ σιγῶντα λέγειν· ὡς γὰρ ἐπὶ τούτου, φησίν, ὅταν ἐρωτηθῶμεν ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’, λέγομεν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, οὕτω ποιητέον καὶ ἐν πᾶσι τοῖς ἄλλοις. ἐὰν δέ, φησί, πολλάκις συμβαίνῃ ἐπιλαθόμενόν τινα τοῦ ὅτι διττός ἐστιν ὁ λόγος δοῦναι τὸ ἐρωτώμενον, φησὶν ὡς ἔστι πάλιν διορθώσασθαι· ἐπὶ τῷ συμπεράσματι (τέλος γάρ φησιν, ὡς πολλάκις εἴπομεν, τὸ συμπέρασμα)· ἐν γὰρ τῷ συμπεράσματι, ὁπηνίκα τοῦτο συνάγεται παρὰ τοῦ ἐρωτῶντος, προστεθέντα τινὰ τῇ ἐρωτήσει ἀπείρξουσι τὸν συλλογιζόμενον συλλογίσασθαι. ἐπάγει δὲ καὶ τούτου παράδειγμα, ὅ τοιοῦτόν ἐστιν· ἠρώτησεν ὁ σοφιστὴς ἀρ’ ἔστι σιγῶντα λέγειν; οὐκ ἔφησεν ὁ ἀποκρινόμενος ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ἀλλὰ ὅλως ἀπέφησε· συνεπεράνατο δ’ ἐκεῖνος ὅτι ἄρ’ ἔστι σιγῶντα λέγειν. πῶς γοῦν ἀποδράσει πάλιν τὸν ἔλεγχον ὁ ἀποκρινόμενος; ὁπηνίκα ἐκεῖνος ἐξάγει τὸ συμπέρασμα λέγων ‘ἄρ’ ἔστι σιγῶντα λέγειν’, προστιθεὶς αὐτὸς ‘οὔ· ὁ γὰρ Σωκράτης ὅδε σιγῶν οὐ λέγει’. ὡσαύτως ποιητέον καὶ ἐν τοῖς ἔχουσι τὸ διττὸν ἐν ταῖς προτάσεσιν, εἰ μὴ φθάσοι ὁ ἀποκρινόμενος τότε τοῦτο προδιαστείλασθαι. τὰ δὲ ἑξῆς σαφῆ εἰσι καὶ τοῖς ῥηθεῖσι παραπλήσια.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
