# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 20.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 170b20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/20.1

Εἰ δή τις πλείω σημαίνοντος τοῦ ὀνόματος. Εἰπὼν καὶ συστήσας ταὐτὸν εἶναι τὸ πρὸς τοὔνομα καὶ μὴ πρὸς τὴν διάνοιαν διαλέγεσθαι ἐπάγει· ὅταν μὲν γὰρ πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιτο καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος μὴ πλείω σημαίνειν, οὗτος καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου (ἐρωτώμενον γὰρ τὸν ἀποκρινόμενον ὥσπερ καὶ τὸ ἢ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ῾καὶ πρὸς τὴν διάνοιαν᾿)· ἐπεὶ γὰρ ἐφ’ ᾧ ἔδωκεν ὁ ἀποκρινόμενος, πρὸς τοῦτο καὶ ὁ ἐρωτῶν ἐχρήσατο τῷ ὀνόματι, ἀμφοτέρων οἰομένων καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος λέγεσθαι τοῦ ὀνόματος δῆλον ὅτι καὶ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα διείλεκται. ὑπόθου γὰρ τὸν Παρμενίδην ἓν ἡγούμενον σημαίνειν τὸ ὂν καὶ τὸ ἕν, ὁμοίως δ’ ἔχειν τούτῳ καὶ τὸν αὐτοῦ ζηλωτὴν Ζήνωνα· ὁ οὖν Παρμενίδης ἐρωτῶν τὸν Ζήνωνα, εἰ ἓν τὸ ὄν, τούτου καταφήσαντος καὶ ὁμολογήσαντος οὐκ ἄν ἐπ’ ἄλλου τινὸς ἐκεῖνος μεταγάγοι, ἀλλὰ καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου ἔσται διειλεγμένος. εἰ δέ γε ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν, ἢ καὶ ὁ ἐρωτῶν, καὶ ὁ μὲν πρὸς ἄλλο δέδωκεν, ὁ δὲ πρὸς ἄλλο κέχρηται τῷ ὀνόματι, ὡς ἐπὶ τοῦ κυνὸς ἄνωθεν εἴρηται, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα (τοῦτο γὰρ λείπει) διείλεκται· τὸ πλῆρες τοιοῦτόν ἐστι· δῆλον ὅτι οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα διείλεκται. τοῦτο εἰπὼν ἐπιφέρει τὸ γὰρ πρὸς τοὔνομα καὶ μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι πρῶτον μὲν περὶ τοὺς τοιούτους ἐστὶ λόγους, δυνάμει τάδε λέγων, ὡς ψεῦδός ἐστι τὸ λέγειν ὅτι πάντες οἱ παραλογισμοὶ εἰς τὸ | πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν f. 27r ἀνάγονται· πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους ὅσοι πλείω σημαίνουσιν· οὗτοι δ’ ἄν εἶεν οἱ ὁμώνυμοι καὶ ἀμφίβολοι, οἱ δ’ ἄλλοι οὐχί· εἶτα περὶ ὁντινοῦν ἐστι, λέγων ὁντινοῦν τὸν ἐρωτῶντα καὶ ἀποκρινόμενον· ἐνδέχεται γὰρ τοῦ λόγου ἢ τῆς λέξεως μὴ πλείω σημαίνοντος τὸν ἐρωτῶντα ἢ τὸν ἀποκρινόμενον οἴεσθαι πλείω σημαίνειν, καὶ ἔσται τότε οὐκ ἐν τῷ λόγῳ τὸ παρὰ τὴν διάνοιαν καὶ πρὸς τοὔνομα ἀλλ’ ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πὼς πρὸς τὰ δεδομένα. ὅτι δὲ τὸ περὶ ὁντινοῦν τοῦτο σημαίνει, δῆλον ἐκ τοῦ ἐπαγομένου· φησὶ γὰρ οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ παρὰ τὴν διάνοιαν εἶναι ἀλλ’ ἐν τῷ ἀμαθῶς ἔχειν τὸν ἀποκρινόμενον πρὸς τὰ ἠρωτημένα καὶ τὰ μοναχῶς λεγόμενα ὁμώνυμα νομίζειν. εἰ δὴ καί, ὡς εἴρηται, οἱ πρὸς τοὔνομα παρὰ τὴν διάνοιάν εἰσιν, ἐνδέχεται πάντας τοὺς παραλογισμούς, καὶ τοὺς ἐκ τῶν λόγων καὶ ὀνομάτων τῶν πλείω σημαινόντων ὄντας καὶ τοὺς ἐκ τῶν ἀποκρινομένων καὶ ἐρωτώντων τῶν ἐχόντων πὼς πρὸς τὰ δεδομένα καὶ ἁπλῶς τοὺς τρισκαίδεκα τρόπους πάντας, πρὸς τοὔνομα λέγειν. εἰ γὰρ εἰς δύο ταῦτα πάντες ἀνάγονται, ὡς αὐτοῖς ἀρέσκει, τόν τε πρὸς τοὔνομα καὶ τὸν παρὰ τὴν διάνοιαν, οὗτοι δὲ μηδέν, ὡς δέδεικται, διαφέρουσιν ἀλλήλων ἀλλ’ εἰσὶν οἱ αὐτοί, δῆλον ὅτι ἐνδέχεται πάντας πρὸς τοὔνομα λέγειν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἶτα πρὸς τοὔνομα ἐνδέχεται πάντας αὐτοὺς εἶναι. εἰ δὲ εὑρεθῶσί τινες, ὡς δειχθήσεται, μὴ ὄντες πρὸς τοὔνομα, οὗτοι οὐδὲ πρὸς τὴν διάνοιαν ἔσονται, καὶ ἔσονταί τινες παραλογισμοὶ τῆς παρούσης ἔξω πίπτοντες μεθόδου. τὸ γὰρ ῾Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει᾿ οὔτε πρὸς τοὔνομα οὔτε πρὸς τὴν διάνοιάν ἐστιν· οὐδὲν γὰρ τῶν εἰλημμένων πολλαχῶς λέγεται. εἰπὼν δὲ ὅτι ἐνταῦθα, ἤγουν ἐν τῇ παρούσῃ μεθόδῳ, τὸ πρὸς τοὔνομα λέγειν ταὐτόν ἐστὶ τῷ παρὰ τὴν διάνοιαν, ἐπήγαγεν εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι. ἐλλιπέστερον δὲ εἴρηται· τὸ γὰρ πλῆρές ἐστιν ἱεῖ γὰρ μὴ πάντες πρὸς τοὔνομά εἰσιν, ἔσονταί τινες ἕτεροι᾿. ὃ δὲ λέγει δυνάμει, τοιοῦτόν ἐστιν· εἰ γάρ, ὡς δέδεικται, πᾶν τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα ὄντες ἀλλὰ παρ’ ἄλλο τι, οὐκ ἄν εἴη κοινή τις ἡ διαίρεσις αὐτῶν καὶ καθόλου, εἰς ἣν ἅπαντα ἀνάγεσθαι βούλονται, ἀλλ’ ἐλλιπὴς καὶ διὰ τοῦτο ἀδόκιμος.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
