# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 21-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 175b21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/21-3

Ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον. Ὃ λέγει τοιοῦτόν ἐστι· τὸ λέγειν ὅτι τὸν Κορίσκον οἶδα ταὐτόν ἐστι τῷ τοῦτον τὸν Κορίσκον· τὸ γὰρ ‘ἆρα οἶδας τὸν Κορίσκον ὅτι μουσικός ἐστι; ναῖ’, τοῦτο ταὐτόν ἐστι τῷ ‘ἆρ’ οἶδας τοῦτον τὸν Κορίσκον ὅτι μουσικός ἐστιν;’· ὃν γὰρ νῦν λέγεις μουσικὸν ἢ Κορίσκον, ὅτε ἀφῃρέθη τὸ περικάλυμμα, τοῦτον ἔλεγες καὶ ὅτε κεκαλυμμένος ἦν. καὶ ἔτι σαφέστερον περὶ τοῦ αὐτοῦ εἰπεῖν, ἔλυόν τινες τὸ σόφισμα λέγοντες τοῦτον μὲν τὸν Κορίσκον εἰδέναι μουσικόν, τοῦτον δ’ ἄμουσον, ἐπὶ διαφόρων προσώπων τὴν ἐρώτησιν φέροντες καὶ δύο ὑποκείμενα λαμβάνοντες. οὓς λύειν ἀνωφελῶς φησι λέγων ὁ γὰ¦ρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον μουσικὸν ἢ ἄμουσον τῷ τοῦτον τὸν Κορίσκον, τοῦτο διὰ τούτων λέγων, ὅτι ἡνίκα φαμὲν ‘ἆρ’ οἶδας τὸν Κορίσκον μουσικόν;’, τοῦτόν φαμεν τὸν ἕνα τῷ ἀριθμῷ καὶ οὐ πολλούς, ἀλλὰ τὸν ὀθόνῃ κεκαλυμμένον, ἐφ’ οὗ καταφάσκεται καὶ ἀποφάσκεται. ἀνατρέψας οὖν τοὺς κακῶς λύοντάς φησιν ἀλλ’ ἴσως οὐ ταὐτὸν σημαίνει, ὃ δυνάμει τοιοῦτον ἂν εἴη· ἴσως οὐχ οὕτω δεῖ διορθοῦσθαι, ὅτι ὅδε ὁ Κορίσκος μουσικὸς καὶ ὅδε ἄμουσος, ἀλλ’ ὅτι οὐ ταὐτὸν σημαίνει, τουτέστι τὸ Κορίσκος οὐχ ἓν σημαίνει. οὐ γάρ ἐστιν ἑνὸς δηλωτικὸν τὸ Κορίσκος ὄνομα, ὥσπερ οὐδὲ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης· εἰ γὰρ καὶ τῷ ὑποκειμένῳ ἕν ἐστιν ὁ Κορίσκος καὶ ὁ κεκαλυμμένος Κορίσκος, ὥσπερ καὶ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης, ἀλλὰ τῷ λόγῳ οὐχ εἷς ἐστιν. ὥστε ῥητέον ὅτι ἐλεγχοειδὲς καὶ παρὰ τὸ συμβεβηκός. εἶτα ἐπειδὴ εἶπεν “εἴ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν”, οὗτος δὲ τοῦ παρὰ τὸ συμβεβηκὸς τέθεικε παράδειγμα, ἐπιφέρει οὐδὲ γὰρ ἐκεῖ τοὔνομα, ἐκεῖ λέγων ἐπὶ τοῦ καθ’ ὁμωνυμίαν· ἐπὶ τούτου γὰρ οὐ ταὐτὸν σημαίνει τὸ ὄνομα. ὥστε τι διαφέρει τὸ ἁπλῶς περὶ Κορίσκου ἐρωτᾶν καὶ κεκαλυμμένου. τὸ δὲ εἰ δὲ τῶ μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει πρὸς τοὺς κακῶς λύοντας ἀναφέρεται καὶ ἔστιν ἀνατρεπτικὸν αὐτῶν· λέγει γὰρ τὸ συμπέρασμα οἰκεῖον ὀφείλειν εἶναι ταῖς προτάσεσι. πῶς γοῦν ὑμεῖς μὴ ἐρωτηθέντες ‘ἆρ’ οἶδας τόνδε ἢ τόνδε τὸν Κορίσκον;’ ἐν τῷ συμπεράσματι τοῦτο ἐπάγετε; εἰ γὰρ ἐν τῷ μέν, ἤγουν ἐπὶ τῶν προτάσεων, ὡς ἐκεῖνοι λέγουσιν, ἁπλῶς δεῖ λέγειν ὅτι ὁ Κορίσκος μουσικός, ἐν δὲ τῷ συμπεράσματι προστεθήσεται τὸ ὅδε, ἄτοπον. τὸ δὲ οὐδὲν γὰρ μᾶλλον θατέρῳ τοιοῦτόν ἐστιν, ὅτι ἐπίσης ἔδει καὶ ἐν ταῖς προτάσεσι καὶ ἐν τῷ συμπεράσματι τεθεῖσθαι τὸ τόνδε· ἢ γὰρ καὶ ἐν ταῖς προτάσεσι προσκείσθω τὸ ὅδε ἤ, εἰ μὴ ἐν ἐκεί- ναις, μηδὲ ἐπὶ τῷ συμπεράσματι.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
