Ancient Greek
Page 167b21
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 21.1-2
Not analysed yet
Ὁ δὲ παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τὸ ἀναίτιον. Oὗτος ὁ τρόπος ἕκτος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν. ὃ δὲ ἐνταῦθα παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καλεῖ, τοῦτο ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν “μὴ παρὰ τοῦτο” ὠνόμασε. γίνεται δὲ τοῦτο ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς, ὅταν καὶ δίχα τῆς ὑποθέσεως οὐδὲν ἧττον περαίνηται τὸ ἀδύνατον, συναγόντων τῶν σοφιστῶν τὸ τοιοῦτον ἀδύνατον καὶ λεγόντων ὅτι διὰ τὴν ὑπόθεσιν ἡμῶν τῶν προσδιαλεγομένων αὐτοῖς τοῦτο γέγονε τὸ ἀδύνατον, μηδαμῶς τῆς ὑποθέσεως ἡμῶν αἰτίας οὔσης τοῦ συμβαίνοντος ἀδυνάτου· τότε γὰρ μάλιστα ἔστι λέγειν τὸ “μὴ παρὰ τοῦτο”. ἔσται δὲ δῆλον τὸ λεγόμενον ὧδε· εἰ τις λέγει τὸ ζῷον παντὶ λευκῷ καὶ ἡμῶν λεγόντων μὴ εἶναι ἀληθές οὐ γὰρ πᾶν λευκὸν ζῷόν ἐστι) πειρᾶται ἐλέγχειν ἡμᾶς λέγων ‘εἰ γὰρ ψεῦδος τὸ παντί, ἔσται ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ζῷον οὐ παντὶ λευκῷ᾿, ἔπειτα τῇ θέσει ταύτῃ τῇ λεγούσῃ τὸ ζῷον οὐ παντὶ λευκῷ δεικνὺς ἀδύνατόν τι ἑπόμενον, ψεῦδος μὲν εἶναι λέγει τὸ τὸ ζῷον οὐ παντὶ λευκῷ, ἀληθὲς δὲ εἶναι εἰσάγει τὸ ὃ αὐτὸς ἔλεγε, τὸ πᾶν λευκὸν εἶναι ζῷον. δείκνυσι δὲ τοῦτο οὕτως συλλογιζόμενος· τὸ ζῷον καθ’ ὑμᾶς οὐ παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι· ἀλλὰ μὴν τοῦτο ψεῦδος· ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολούθησε καὶ ἀφ’ ἧς γέγονε τὸ ψεῦδος· ἦν δὲ ἡ λέγουσα ὅτι τὸ ζῷον οὐ παντὶ λευκῷ· ἀληθὲς ἄρα τὸ παντί. πρὸς τοῦτο ῥητέον· οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ ζῷον οὐ παντὶ λευκῷ συνῆκται τὸ λευκὸν παντὶ κόρακι, ἀλλὰ παρὰ τὴν σὴν τὴν λέγουσαν τὸ λευκὸν παντὶ πτηνῷ· ἀφαιρεθείσης γὰρ τῆς ὑποθέσεως ἡμῶν τῆς, ὡς λέγεις, αἰτίας γενομένης τοῦ ἀτόπου πάλιν τὸ ψεῦδος συνάγεται. δείκνυσι δὲ καὶ αὐτός, ὅπως οὐ γίνεται παρὰ τὴν ὑπόθεσιν ἡμῶν τὸ ψεῦδος ἀλλὰ παρὰ τὴν τῶν σοφιστῶν, καὶ ἐπὶ παραδείγματός τινος. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. λέγει τις ἀληθῶς ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. πειρᾶται οὖν ὁ σοφιστὴς δεικνύναι τοῦτο ψεῦδος καὶ φησίν· εἰ ἔστιν ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ, οὐχ ὄψεταί τι τῇ ὑποθέσει ἀδύνατον· ἀλλὰ μὴν ἕψεται, ὡς δειχθήσεται· οὐκ ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. εἶτα πειρᾶται δεικνύναι ἀδύνατόν τι τοῦτον τὸν τρόπον, εἰ γὰρ ἡ φθορὰ λέγων καὶ ἡ γένεσις ἐναντία, καὶ τῇ τινὶ φθορᾷ ἔσται τὶς γένεσις ἐναντία· τὶς δὲ φθορὰ ὁ θάνατός ἐστιν· ὥστε ἔσται τῷ θανάτῳ τινὶ ὄντι φθορᾷ ἐναντία τὶς γένεσις· οὐδὲν δὲ ἄλλο τῷ θανάτῳ ἐναντίον ἢ ἡ ζωή· ἡ ζωὴ ἄρα γένεσις· εἰ δὲ ἡ ζωὴ γένεσις, καὶ τὸ ζῆν γίνεσθαι· ὥστε καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεται· ἀδύνατον δὲ τῷ ζῴῳ, ᾗ ζῇ, γίνεσθαι· εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατος καὶ ἡ ὑπόθεσις παρ’ ἣν τοῦτο γίνεται· ἦν δὲ ἡ λέγουσα ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. οὐκ ἔστιν ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτόν. φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ τὸ λέγειν ἡμᾶς τὴν ψυχὴν καὶ τὴν ζωὴν ταὐτὸν συνήχθη τὸ ‘τὸ ζῷον, ᾗ ζῇ, γίνεται᾿, ἐπεὶ καὶ τούτου μὴ κειμένου οὐδὲν ἧττον διὰ τῶν λοιπῶν προτάσεων τὸ ἀδύνατον συναχθήσεται· ἀλλὰ τὸ ἀδύνατον συνῆκται παρὰ τὸ λέγειν σε τὴν ζωὴν ἐναντίαν τῷ θανάτῳ ὄντι φθορᾷ. ἡ γὰρ φθορὰ οὐ τῇ ζωῇ ἐναντία ἐστὶν ἀλλὰ τῷ ἀψύχῳ σώματι· τῇ δὲ ζωῇ ἡ διάλυσίς ἐστιν ἐναντία. ἡ διάλυσις δὲ οὐ ταὐτὸν τῇ φθορᾷ· οὐ γὰρ ἀνάγκη τὰ διαλυόμενα καὶ ἀπ’ ἀλλήλων χωριζόμενα φθείρεσθαι. ἰδοὺ γάρ τις διέλυσε μὲν ἀπ’ ἀλλήλων τὰ ἐξ ἐρίου καὶ ἐκ σηρῶν νήματα ἀλλήλοις συνημμένα καὶ κεκλωσμένα· ἡ δὲ τούτων διάλυσις οὐκ ἤδη γέγονεν αὐτοῖς καὶ αἰτία φθορᾶς. πάλιν ἐάν τις ἀπὸ τοῦ σωροῦ διακρίνῃ τὸν σῖτον καὶ τὴν κριθὴν ἀλλήλοις ὄντα συμπεφυρμένα, διάλυσις μὲν καὶ διάκρισις γέγονεν ἀπ’ ἀλλήλων, φθορὰ δὲ οὐδαμῶς. εἰ οὖν καὶ ὁ θάνατος διάλυσίς ἐστι καὶ διάκρισις ψυχῆς καὶ σώματος ἀπ’ ἀλλήλων, οὐκ ἄν εἴη ὁ θάνατος φθορά. ὅτι δὲ ὁ θάνατος οὐ ταὐτόν ἐστι τῇ φθορᾷ, δῆλον καὶ ἐκ τοῦ θνήσκειν μὲν λέγεσθαι τὰ ζῶντα, φθείρεσθαι δὲ τὰ νεκρὰ καὶ ἄψυχα τῶν σωμάτων. εἰ δ’ ἦν ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν, ἅμα τῷ χωρισθῆναι τὴν ψυχὴν τοῦ σώματος ἐφθείρετο ἄν τὸ σῶμα· νῦν δὲ οὐκ ἔστι τοῦτο, ἀλλὰ μετὰ πολὺ ἡ φθορὰ τοῦ σώματος γίνεται. τὰ μὲν οὖν λεγόμενα οὕτως ἔχει. τὸ δὲ ἐὰν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸ τοῦ συμπεράσματος τὸ συμβαῖνον βαῖνον ἀδύνατον τοιοῦτόν ἐστιν. ἐὰν ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι, τουτέστι ταῖς παρὰ τοῦ ἐρίζοντος λεγομέναις προτάσεσι ταύτας γὰρ ἄνα γκαῖα λέγει ἐρωτήματα, οὐχ ὅτι ἀναγκαῖόν τι συνάγουσιν, ἀλλ’ ὅτι τούτων μὴ ληφθέντων οὐκ ἄν συνήχθη τὸ προκείμενον ἀδύνατον), ἐὰν οὖν ἐν ταῖς τοιαύταις τοῦ ἐρίζοντος προτάσεσιν ἐγκαταμιχθῇ παρ’ αὐτοῦ δὴ τούτου τοῦ σοφιστοῦ πρὸ τοῦ ἐπενεχθῆναι παρ’ αὐτοῦ τὸ συμπέρασμα τὸ συμβαῖνον ἀδύνατον, τουτέστιν ἡ ψευδὴς πρότασις ἡ αἰτία γινομένη τοῦ συμβαίνοντος ἀδυνάτου δι᾿ αὐτῆς γὰρ περαίνεται τὸ τοιοῦτον ἄτοπον), δόξει πολλάκις παρὰ τοῦτο γίνεσθαι ὁ ἔλεγχος, ὥσπερ δὴ καὶ ἐνταῦθα γέγονε· συγκατεμίχθη γὰρ τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ἰὴ ζωὴ ἐναντία τῷ θανάτῳ ὄντι φθορᾷ οὐ γάρ ἐστιν, ὡς εἴρηται, ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις ψυχῆς καὶ σώματος. συγκατεμίχθη οὖν τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ‘ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν᾿ οὗ ληφθέντος συνῆκται καὶ ἡ ζωὴ γένεσις καὶ τὸ ζῆν γίνεσθαι καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεσθαι. τοὺς τοιούτους δὲ συλλογισμοὺς ἀσλλογίστους μὲν ἀπλῶς φησι μὴ εἶναι, τουτέστι καθόλου, πρὸς δὲ τὸ προκείμενον ἀσυλλογίστους, ὅτι οὐ συλλογίζονται ὃ αἱροῦνται διὰ τὸ ψευδεῖς τὰς προτάσεις λαμβάνειν. κατὰ τοῦτο γοῦν εἰσιν ἀσυλλόγιστοι. τὸ δὲ λανθάνειν πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον οἱ ἀποκρινόμενοι ἐπιλανθάνονται καὶ νομίζουσι τὰ μὴ ταὐτὰ ὡς ταὐτὰ κἀντεῦθεν ἀπάτῃ ὑπάγονται καὶ σοφίζονται, ἀλλὰ καὶ οἱ ἐρωτῶντες αὐτοὶ τοῦτο πάσχουσιν, ὥσπερ καὶ ὁ Πῶλος τὴν βούλησιν καὶ τὴν δόκησιν ταὐτὸν νομίζων ὡς ἓν ὄντων ἠρώτα τὸν Σωκράτην.