# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 22-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 181a22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/22-3

Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’ αὐτοῦ τοῦ λόγου δεικτέον. ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις. Τοὺς διὰ τοῦ παρεπομένου συλλογισμοὺς τοὺς παρὰ τὸ λέγει συμβαίνοντας. φησὶν οὖν ὡς ἐπ’ αὐτοῦ τοῦ λόγου, τουτέστι τοῦ συλλογισμοῦ, δεικτέον ὅτι τὸ σόφισμα παρὰ τὸ ἑπόμενον συμβέβηκεν, ἤτοι παρὰ τὸ μὴ ἀντιστρέφειν. οὐ γάρ, εἰ τόδε τῷδε ἕπεται, καὶ τῷδε τόδε ἀνάγκη ἕπεσθαι· οὐ γάρ, εἰ τὸ μέλι ξανθόν, καὶ τὸ ξανθὸν μέλι· καθόλου γὰρ εἶπε τὸ ἑπόμενον, οἷον τὸ ξανθόν, ἐν μέρει δὲ ᾧ ἕπεται ἑπόμενον, οἷον τῷ μέλιτι. γίνεται δὲ τὸ παρὰ τὸ ἑπόμενον σόφισμα καὶ ἐν τοῖς κατὰ ἀντίθεσιν λαμβανομένοις· οὐ γάρ, εἰ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον, καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον. παρ’ ὃ γέγονε καὶ τὸ τοῦ Μελίσσου σόφισμα, ὅτι εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ μὴ γεγονός, ὅπερ ἀγένητον εἶπεν, ἀρχὴν οὐκ ἔχει. ἐγένετο οὖν τὸ σόφισμα, ὅτι οὐκ ἀκριβής ἐστιν ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ἔδει γὰρ οὕτως εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονε. περὶ τῆς ἀντιστροφῆς ταυτησὶ πολλὰ μὲν καὶ ἐν τοῖς εἰς τὰ Φυσικὰ ἡμετέροις εἰρήκαμεν θεωρήμασιν, ἀλλὰ καὶ τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξετάζοντες οὐκ ὀλίγα, καὶ περιττὸν αὖθις ταυτολογεῖν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
