# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 22.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 177b22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/22.1

Ἄρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιή- σαις ἀν’; Καὶ τοῦτο παράδειγμά ἐστι τοῦ παρὰ σύνθεσιν παραλογισμοῦ. ἠρωτᾶτο δὲ οὕτως παρὰ τῶν σοφιστῶν· ἆρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; ναί· οὐ κιθαρίζων δὲ ἔχεις δύναμιν τοῦ κιθαρίζειν; ναί· κιθαρίσαις ἄν ἄρα οὐ κιθαρίζων. θεὶς δὲ αὐτὸς τὸ σόφισμα καὶ τὴν ἀληθῆ προσθεὶς τοὐ σοφίσματος λύσιν, ὅτι οὐ δύναμιν ἔχει τοῦ ἅμα μὴ κιθαρίζειν καὶ κιθαρίζειν, ἀλλ’ ὅτι τοῦ μετὰ ταῦτα κιθαρίσαι, καὶ ὅτι παρὰ τὴν σύνθεσίν ἐστιν ἡ παραγωγὴ καὶ τὸ σόφισμα, ἐπιμέμφεται τοὺς οὐχ οὕτω λύοντας μηδὲ λέγοντας ὅτι παρὰ τὴν σύνθεσιν ὁ παραλογισμός, ἀλλ’ ἐπ’ ἄλλα φερομένους καὶ λέγοντας <ὡς> μὴ δύναται ποιεῖν, πάντως, τουτέστι καὶ ἐξ ἀνάγκης δύναται. εἰ γὰρ ταὐτὸν ἦν, φασί, τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τότε ἔδει λέγειν ‘μὴ κιθαρίζων κιθαρίσαις ἄν, ἐπειδὴ δύνασαι κιθαρίζειν, τὸ δὲ δυνατὸν ἀναγκαῖον, πᾶν δὲ ἀναγκαῖον ὄν’· πάν γὰρ ἀναγκαῖον ὄν, ὥσπερ καὶ πᾶν ἀδύνατον μὴ ὄν. εἰ οὖν ταὐτὸν ἦν, φασί, | τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τὸ δὲ ἀναγκαῖον ὄν, ἐπειδὴ δέδωκε κιθαρίζειν δύνασθαι, δέδωκε καὶ ὅτι κιθαρίζει μὴ κιθαρίζων. ἐπειδὴ δὲ οὐκ ἔστι ταὐτόν, οὐδὲ τὸ κιθαρίζειν δέδωκεν· οὐ γάρ, φασί, δέδωκε καὶ ἐξ ἀνάγκης ποιεῖν, ἤιοι κιθαρίζειν, εἰπὼν ὅτι δύναται ποιεῖν καὶ κιθαρίζειν· οὐ γὰρ ταὐτόν ἐστι τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ ταὐτὸ δ’ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. ἀλλὰ φανερόν, φησίν, ὅτι οὐ καλῶς λύουσιν· εἰ γὰρ ὁ παραλογισμὸς ἦν ἐκ τοῦ τὸ δυνατὸν λαβεῖν ὡς ταὐτὸν ὂν τῷ ἀναγκαίῳ, ἔδει τῶν παρὰ ταὐτὸν λόγων τὴν αὐτὴν εἶναι λύσιν, τουτέστιν πάντων τῶν ὁμοίων τῷ λόγῳ τούτῳ λόγων, ἤτοι τῶν παρὰ τὴν σύνθεσιν, ὡς ἡμεῖς λέγομεν, ἀπατώντων ἀλλὰ μὴ παρὰ τὸ δυνατὸν καὶ ἀναγκαῖον, ὡς ἐκεῖνοι λέγουσιν, ἔδει οὖν πάντων τούτων τὴν αὐτὴν εἶναι λύσιν. οὔτε δὲ ἐπ’ ἐκείνων ἁρμόσοι ἄν ἡ λύσις αὕτη οὔτε ἐπὶ τούτου, εἰ οὕτω πὼς ἐρωτηθείη· ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεις. ἐνταῦθα αἱ μὲν Ἀριστοτέλους λύσεις ἁρμόσουσιν, ἡ δὲ ἐκείνων οὐδαμῶς. οὐδὲν δὲ κωλύει τῆς λέξεως πάλιν μνησθέντας λέγειν. οὐ γὰρ πάντως, φασὶ μὴ καλῶς λύοντες, ὡς δύναται ποιεῖν, δεδόσθαι ποιήσειν, τουτέστιν οὐ κατὰ πᾶν σημαινόμενον τοὐ δυνατοῦ δέδωκε τῷ δύνασθαι κιθαρίζειν ἤδη καὶ τὸ μὴ κιθαρίζειν, δύνασθαι δὲ κιθαρίζειν· ἀλλὰ τὸ μὲν ‘ὡς δύναται κιθαρίζειν, κιθαρίσει’ δηλοῖ ὅτι δύναμιν ἔχει μὴ κιθαρίζων νῦν μετὰ ταῦτα κιθαρίσαι· τὸ δὲ ‘πάντως δύναται κιθαρίζειν’ δηλοῖ καὶ τὸ ὅτε οὐ κιθαρίζει, ὅτι ἤδη κιθαρίζει, ὅπερ ψεῦδος, τὸ λέγειν ὅτι δύναμιν ἔχει, ὅτε οὐ κιθαρίζει, τότε κιθαρίζειν ὡς ἅμα εἶναι κιθαρίζοντα καὶ μὴ κιθαρίζοντα. λέγει οὖν ὁ Ἀριστοτέλης μὴ καλῶς αὐτοὺς λύειν· εἰ γὰρ οὕτως τις ἐρωτήσει τὸν λόγον ‘ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεις’, εἰ οὖν οὕτως ἔροιτό τις τὸν λόγον, ἡ μὲν τοῦ Ἀριστοτέλους λύσις ἁρμόσει, ἡ λέγουσα παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα, ἡ δὲ τῶν ἄλλων λόγων οὐδαμῶς. ὅτι δὲ παρὰ τὴν σύνθεσιν τὸ σόφισμα, δῆλον· οὐκ ἔδει γὰρ συμπεράνασθαι ὅτι οὐ κιθαρίζων ἄρα κιθαρίζεις, ἀλλ’ ὅτι οὐ κιθαρίζων ἄρα συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν· τοῦτο δὲ οὐκ ἀδύνατον.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
