# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 22

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 169a22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/22

Ἡ δ’ ἀπάτη γίνεται τῶν μὲν παρά. Εἰπὼν πόσοι τε καὶ τίνες εἰσὶν οἱ τρόποι καθ’ οὓς οἱ σοφισταὶ τοὺς διαλεγομένους ἐπηρεάζουσι, μετὰ δὲ ταῦτα δείξας ὅτι πάντας δυνάμεθα λέγειν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνεσθαι, λέγει καὶ τὴν αἰτίαν καθ’ ἣν παρὰ τῶν σοφιστῶν ἀπατώμεθα. καὶ αἰτιᾶται τὴν ἄγνοιαν ἡμῶν· ἡ ἀπάτη γάρ, φησί, γίνεται ἐπὶ τῶν ὁμωνύμων καὶ τῶν ἀμφιβόλων (λόγον γὰρ τὴν ἀμφιβολίαν λέγει) διὰ τὸ μὴ δύνασθαι διαιρεῖν ποσαχῶς τὸ πρᾶγμα λέγεται· καὶ ὁπηνίκα τι ἐρωτηθῶμεν ὁμώνυμον ἢ ἀμφίβολον, ὡς ἁπλῶς λεγόμενον συγχωροῦμεν καὶ ἀπατώμεθα· ἐπὶ τινῶν γὰρ οὐκ εὐχερές ἐστιν οὐδὲ ῥᾴδιον συνιδεῖν ὅτι τῶν πολλαχῶς λεγομένων ἐστὶ τὸ ἐρωτώμενον, ὡς τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ ταὐτόν. τῶν δὲ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν αἴτιον αὖθις γίνεται τὸ μὴ εἰδέναι ἡμᾶς ὅτι οὐ ταὐτὸν σημαίνει ὁ λόγος συντιθέμενός τε καὶ διαιρούμενος, ἀλλὰ τοτὲ μὲν ἕτερον νοῦν εἰσάγει, τοτὲ δὲ ἕτερον· οἰόμεθα δὲ ταὐτὸν σημαίνειν τὸν λόγον καὶ συντιθέμενον καὶ διαιρούμενον, ὡς ἐπὶ πολλῶν ἔχει· ἐπὶ γὰρ τῶν πλείστων οὐκ ἄλλο δηλοῖ ὁ λόγος συντιθέμενος καὶ ἄλλο διαιρούμενος ἀλλὰ τὸ αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν παρὰ τὴν προσῳδίαν ἔχει παραλογισμῶν· οὐ γὰρ ἴσασιν οἱ ἐρωτώμενοι ὅτι ἄλλο σημαίνει ὁ λόγος ἀνιέμενος καὶ ἐπιτεινόμενος, τουτέστιν ὀξυνόμενος ἢ περισπώμενος. ἐπ᾿ οὐδενὸς γὰρ τὸ αὐτὸ σημαίνει ἐπιτεινόμενος καὶ ἀνιέμενος, ἢ μᾶλλον οὐκ ἐπὶ πολλῶν· ἐπ’ ὀλίγων δὲ πάντῃ· Θαλῆς γὰρ καὶ Θάλης τὸ αὐτὸ δηλοῖ· καὶ ἄμφω γὰρ ὀνόματα κύρια· ἄγνος δὲ καὶ ἁγνὸς καὶ Ἀργὸς καὶ ἀργὸς ἄλλο καὶ ἄλλο δηλοῖ, καὶ σχεδὸν ἐπὶ πάντων. ἐπὶ δὲ τῶν παρὰ τὴν ὁμοιοσχημοσύνην γινομένων παραλογισμῶν ἡ ἀπάτη γίνεται διὰ τὸ χαλεπὸν εἶναι διελεῖν ποῖα ὡσαύ|τως καὶ ποῖα ὡς ἑτέρως λέγεται. τοῦτο δὲ εἴρηται διὰ τὰ ἐνεργητικῶς μὲν ἐκφερόμενα παθῶν δὲ ὄντα σημαντικά, οἷόν ἐστι τὸ ὁρᾶν, τὸ ἀκούειν καὶ τὸ μανθάνειν· ταῦτα γὰρ ἐνεργείας εἰσὶ καὶ πάθους δηλωτικά, καὶ λαμβάνει μὲν ὁ σοφιστὴς ὡς παθητικά, οἴεται δὲ ὁ ἐρωτώμενος ὡς ἐνεργητικὰ καὶ δίδωσιν οὕτως αὐτά, κἀντεῦθεν καὶ ἀπατᾶται. τὸ δὲ σχεδὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές τοιοῦτον ἔχει τὸν νοῦν· ὁ δυνάμενος διαίρεσιν ποιεῖσθαι τῶν ἐνεργείας καὶ πάθους σὴ μαντικῶν, ναὶ μὴν καὶ τῶν ὅσα μὲν διαιρούμενα ἄλλο τι σημαίνει, συντιθέμενα δ’ ἕτερον, οὐχ ἥκιστα δὲ καὶ ἐπὶ τῶν ὁμωνύμων, καὶ συνιεὶς τῶν πολλαχῶς εἶναι λεγομένων τὸ ἐρωτώμενον, ὁ τοιοῦτος ὡς δυνάμενος ἐπὶ πάντων διαίρεσιν ποιεῖσθαι οὐ ῥᾳδίως ἀπατηθήσεται, καὶ μὴ ἀπατώμενος ἐγγύς ἐστι τοῦ θεωρεῖν τὸ ἀληθές.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
