# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 23-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 174a23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/23-2

Ἔτι τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι. Ἔτι, φησί, πρὸς τὸ δύνασθαι ἐλέγχειν συντελεῖ καὶ τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι. καὶ εἴρηται περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν. ἔστι δέ, φησί, πρὸς ἔλεγχον συντελοῦν καὶ τὸ πρὸς τὸ αὐτὸ πλείους ἔχειν λόγους, ἤγουν συλλογισμούς· τὴν γὰρ ἡδονὴν δείξει τις ἀγαθὸν ὁτὲ μὲν διὰ τοῦ κατὰ φύσιν, ὁτὲ δὲ διὰ τοῦ πάντα αὐτῆς ἐφίεσθαι. οὐ μόνον δὲ τοῦτο συντελεῖ πρὸς ἔλεγχον ἀλλὰ καὶ τὸ λόγους ἔχειν δεικνύντας καὶ ὅτι οὕτως καὶ οὐχ οὕτως· οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν, διὰ τοῦ κατὰ φύσιν καὶ πάντα αὐτῆς ἐφίεσθαι, καὶ ὅτι οὐκ ἀγαθόν, διὰ τοῦ ‘γένεσίς ἐστιν εἰς φύσιν αἰσθητὴ καὶ ἐμποδιστικὴ τοῦ φρονεῖν’. εἰ οὖν ἔχεις πρὸς τὸ αὐτὸ πλείους λόγους δεικνύντας, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθὸν καὶ ὅτι οὐκ ἀγαθόν, συμβαίνει τὸν ἀποκρινόμενον πρὸς πλείω ποιεῖσθαι τὴν φυλακήν· ὁ δὲ πρὸς πλείω φυλαττόμενος ταράττεται. ὁμοίως καὶ ὁ πρὸς τἀναντία (καὶ γὰρ καὶ οὗτος πρὸς πλείω) ταραττόμενος ἀπατᾶται. καὶ ὅλως τὰ λεχθέντα ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν, ὡς εἴρηται, χάριν κρύψεως χρήσιμά εἰσι καὶ τοῖς ἀγωνιζομένοις, καὶ μάλιστα, φησίν, εἰσὶ χρήσιμα ἐνταῦθα· ἐπεὶ γὰρ ὁ ἀγωνιζόμενος ἀπατᾶν σπεύδει, ἡ δὲ κρύψις τὴν λήθην προσποιεῖ, ἐξ ἧς ἡ ἀπάτη, εὔδηλον ὡς μάλιστα χρήσιμά εἰσι τὰ περὶ κρύψεως ἐκεῖσε ἡμῖν παραδιδόμενα. Έπεὶ δὲ πολλάκις ὁ ἀποκρινόμενος ἐρωτώμενός τινα καὶ συνιείς, ὅτι ταῦτα συντελοῦσι τῷ ἐρωτῶντι πρὸς κατασκευὴν οὗ βούλεται αὐτὸς ὁ ἐρωτῶν, οὐ δίδωσι ταῦτα ἀλλ’ ἀνανεύει, διδά|σκει καὶ περὶ τούτου, πῶς χρὴ ποιεῖσθαι τὴν ἐρώτησιν. καὶ λέγει δεῖν [εἶναι] τότε κατὰ ἀπόφασιν ἐρωτᾶν· οἷον εἰ βούλοιτο λαβεῖν ὁ ἐρωτῶν ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, μὴ οὕτως ἐρωτάτω ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’, ἀλλ’ οὕτως ‘ἆρά γε οὐ δοκεῖ σοι ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ κατὰ φύσιν;’· καὶ ἐπεὶ ἀνανεύει, δῆλον ὅτι κἀνταῦθα ἀνανεύσας εἴποι ἂν ὅτι οὔ, καὶ ῥητέον ἱεῖ μὴ ἀληθὲς τὸ οὐκ ἔστι κατὰ φύσιν, ἀληθὲς ἄρα τὸ ἔστι κατὰ φύσιν’. ἢ καὶ ἐξ ἴσου ποιητέον τὴν ἐρώτησιν, οἷον ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν ἢ οὐκ ἔστι κατὰ φύσιν; ἀδήλου γὰρ ὄντος τί τούτων βουλόμεθα λαβεῖν, πολλάκις συμβαίνει συγχωρεῖν ὃ βουλόμεθα, καὶ ἧττον δυσκολαίνουσιν οἱ ἀποκρινόμενοι περὶ τὴν ἀπόκρισιν διὰ τὸ ἄδηλον εἶναι ὃ βούλεται ὁ ἐρωτῶν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
