# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 23.1-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 166a23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/23.1-2

Παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι. Διακόψας τὸν λόγον ὁ Ἀριστοτέλης καὶ καθ’ ὅσους τρόπους ἔν τε ὁμωνυμίᾳ καὶ ἀμφιβολίᾳ τὰ σοφίσματα γίνεται μεταξὺ παραθεὶς καὶ διαλαβὼν περὶ τούτων καὶ τρεῖς αὐτοὺς εἰπὼν εἶναι, νῦν ἀνάγει τὸν λόγον εἰς τὴν ἀκολουθίαν καὶ τὸν τρίτον τρόπον τῶν παρὰ τὴν λέξιν σοφισμάτων ἔστι δὲ οὗτος ὁ παρὰ τὴν σύνθεσιν) ἐκτίθεται. ὀνομάζεται δὲ παρὰ τὴν σύνθεσιν, ὡς τῆς μὲν ἐννοίας τοῦ λεγομένου συνθέτως δυναμένης νοεῖσθαι καλῶς, παρὰ τὴν σύνθεσιν δὲ τιθεμένου τινὸς καὶ τὸν παραλογισμὸν ἀποτίκτοντος. οἷον τί φημι; ἔστι συλλογισμὸς τοιοῦτος· ὁ καθήμενος δύναται βαδίζειν· ὁ Σωκράτης κάθηται· ὁ Σωκράτης ἄρα βαδίζει· ἀλλὰ μὴν καὶ κάθηται· βαδίζει ἄρα καὶ οὐ βαδίζει. γέγονεν οὗτος ὃ παραλογισμὸς παρὰ τὴν σύνθεσιν· ἔδει γὰρ συντεθῆναι καὶ τὸ ‘δύναται᾿ τούτου γὰρ προστεθέντος καὶ τοιούτου τοῦ συμπεράσματος ἐξενηνεγμένου ‘ὁ Σωκράτης | ἄρα δύναται βαδίζειν᾿ οὐδὲν ἄν συνήγετο ἄτοπον. νῦν δὲ παρὰ τὸ μὴ συντεθῆναι καὶ τὸ ‘δύναται᾿ τὸν παραλογισμὸν ἔχει ὁ ἔλεγχος. τοιοῦτος μὲν καὶ ὁ τρόπος οὗτος. ἴδωμεν δὲ καὶ τὰ τοῦ φιλοσόφου ῥητά· παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. τοῦτο οὐ συμπέρασμά ἐστιν ἄτοπόν τι συνάγον, ἀλλ’ ἡ πρότασίς ἐστιν ἡ ἀληθὴς ἡ προσληφθεῖσα· καὶ εἰ ἀληθὴς ἡ ‘ὁ Σωκράτης κάθηται᾿, ἐὰν μὴ παρὰ τὴν σύνθεσιν γένηται, ἐξενεχθείη ἂν τὸ ἀληθὲς συμπέρασμα τὸ ‘ὁ Σωκράτης δύναται βαδίζειν᾿ . ὅμοιον τούτῳ καὶ τὸ μὴ γράφοντα γράφειν· ἐλλειπτικὸν γάρ ἐστι καὶ συνεφέλκον τὸ δύνασθαι. δεικτικὰ δέ εἰσι τοῦ ὅτι οἱ σοφιζόμενοι τοιαύτας μὲν τὰς προτάσεις λαμβάνοντες, εἶτα παρὰ τὴν σύνθεσιν ποιοῦντες ἀποτελοῦσι τὸν σοφισμόν. ἀλλὰ γὰρ πρότερον ἑκάστου τῶν σοφισμάτων τὴν ἀγωγὴν εἴπωμεν, καὶ τότε καὶ τὸ τῆς λέξεως διασαφήσωμεν ἀσαφές. εἰσὶ δὲ τοιαῦτα· οὐχὶ ὁ καθήμενος δύναται βαδίζειν; ναί· οὐχὶ ὁ Σωκράτης κάθηται; ναί· ὁ Σωκράτης ἄρα βαδίζει· ἀλλὰ μὴν καὶ κάθηται· ὁ Σωκράτης ἄρα βαδίζει καὶ οὐ βαδίζει. πάλιν ἆρά γε ὁ μὴ γράφων δύναται γράφειν; ναί· ὁ δὲ Πλάτων’ οὐ γράφει· ὁ Πλάτων’ ἄρα γράφει. πάλιν ἆρά γε ὁ ἐπιστάμενος γράμματα δύναται μανθάνειν νῦν γράμματα; τί δέ, ὁ Σωκράτης νῦν ὑπνώττων οὐχὶ ἐπίσταται γράμματα; ναί· ὁ Σωκράτης ἄρα μανθάνει νῦν γράμματα· ἀλλὰ καὶ οὐ μανθάνει· κοιμᾶται γάρ. πάλιν ἐρωτᾷ· ὁ ἓν μόνον δυνάμενος φέρειν δύναται καὶ πολλὰ φέρειν; ναί· ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης ἓν μόνον φέρει· ὁ Ἀλκιβιάδης ἄρα πολλὰ φέρει· ἀλλὰ μὴν καὶ οὐ πολλά· ἓν γὰρ φέρει. ἔστι δὲ καὶ οὕτως ἐρωτῆσαι· οὐχὶ ὁ πολλὰ δυνάμενος φέρειν καὶ ἓν δύναται φέρειν; ναί· ὁ Ἀλκιβιάδης πολλὰ φέρει· ὁ Ἀλκιβιάδης ἄρα ἓν φέρει. αἱ μὲν οὖν ἀγωγαὶ τῶν σοφισμάτων, ἅπερ εἰς παράδειγμα τίθησι τοῦ παρὰ τὴν σύνθεσιν παραλογισμοῦ, τοιαῦταί τινες. τὸ δὲ οὐ γὰρ ταὐτὸν σημαίνει, ἄν διελών τις εἴπῃ καὶ συνθείς τοιοῦτόν ἐστιν· ὅταν τὸ δύνασθαι βαδίζειν διέλῃ τις καὶ ποτὲ μὲν κατηγορήσῃ μόνον τὸ βαδίζειν ποτὲ δὲ τὸ δύνασθαι βαδίζειν κατὰ τοῦ Σωκράτους, οὐ ταὐτὸν σημαίνει· οὐ γάρ ἐστι ταὐτὸν τὸ ‘ὁ Σωκράτης βαδίζει᾿ τῷ ‘ὁ Σωκράτης δύναται βαδίζειν᾿ . ὥστε παρὰ τὴν σύνθεσιν γίνεται τὸ σόφισμα· ἔδει γὰρ συνθέντα καὶ συνάψαντα τὸ δύνασθαι καὶ τὸ βαδίζειν κατὰ τοῦ Σωκράτους εἰπεῖν ἀλλ’ οὐχὶ τὸ βαδίζειν μόνον. κολοβῶς οὖν καὶ οἷον εἰπεῖν ἠκρωτηριασμένως τῆς συνθέσεως γεγονυίας καλῶς εἴρηται παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα. σημειωτέον δὲ ὅτι σύνθεσιν λέγει ὁ Ἀριστοτέλης καὶ τὸ χωρὶς τοῦ δυνατοῦ τὸ βαδίζειν κατηγορεῖσθαι. εἰπὼν οὖν ὅτι οὐ ταὐτὸν σημαίνει, ἂν τὸ βαδίζειν χωρὶς τοῦ δύνασθαι κατὰ τοῦ καθημένου κατηγορήσῃ, ὅπερ διὰ τοῦ ἂν διελών τις εἴπῃ ἐσήμανε, καὶ ὅταν αὖθις τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι (διὰ τοῦ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον), τοῦ μὲν ἑνὸς τρόπου, καθ’ ὃν τὸ βαδίζειν μετὰ τοῦ δύνασθαι κατηγοροῦμεν, παράδειγμα τέθεικε τὸ ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ τὸν μὴ γράφοντα γράφειν, ἐν ᾧ καὶ αὐτῷ προσυπακούειν δεῖ τὸ ‘δυνατόν᾿, ἵνα ᾖ ‘καὶ δυνατὸν τὸν μὴ γράφοντα γράφειν᾿ . τοῦ δὲ λοιποῦ τρόπου, καθ’ ὃν συντίθεμεν τῷ καθημένῳ τὸ βαδίζειν χωρὶς τοῦ δυνατοῦ, μηνυτικὸν ἐπήγαγε τὸ καὶ τοῦθ’ ὡσαύτως, ὅταν συνθῇ τὸν μὴ γράφοντα γράφειν. ταῦτα θεὶς τῶν δύο τρόπων, τοῦ τε ἔχοντος τὸ βαδίζειν μετὰ τοῦ δυνατοῦ κατηγορούμενον καὶ τοῦ μὴ τὸ δυνατὸν ἔχοντος, σαφηνίζων τίνος ἐστὶν ἑκάτερος δηλωτικός, ἐπήγαγε λέγων σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφων γράφειν καὶ τὰ ἑξῆς. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον. ὁ μὲν γὰρ τὸ βαδίζειν μετὰ τοῦ δυνατοῦ κατηγορῶν κατὰ τοὐ καθημένου καὶ λέγων ὡς ὁ καθήμενος δύναται βαδίζειν σημαίνει ὅτι ὁ καθήμενος οὐ βαδίζει, οὐδὲ ὁ μὴ γράφων γράφει, δύναται δὲ μετὰ ταῦτα βαδίσαι καὶ γράψαι· ὅπερ ἐστὶν ἀληθές. ἐὰν δὲ μὴ τῷ βαδίζειν ἢ τῷ γράφειν συνθῇ ὅτι 〈ἔχει〉 δύναμιν καὶ ἀμφότερα κατὰ τοῦ καθημένου καὶ μὴ γρά|φοντος κατηγορήσῃ, ἀλλὰ τὸ βαδίζειν μόνον καὶ τὸ γράφειν, οὗτος οὐ λέγει ὅτι δύναμιν ἔχει ὁ μὴ γράφων νῦν ἢ ὁ καθήμενος ὕστερον γράψαι ἢ βαδίσαι, ἀλλ’ ὅτι νῦν, ὅτε οὐ γράφει, δύναμιν ἔχει τοῦ γράφειν, τουτέστι νῦν, ὅτε οὐ γράφει, γράφει· τὸ γὰρ ἔχει δύναμιν, ὅτε οὐ γράφει, τοῦ γράφειν ὡς ἴσον εἴληπται τῷ ‘δύναμιν ἔχει ἅμ τε καὶ κατὰ ταὐτὸν καὶ γράφειν καὶ οὐ γράφειν᾿, ὅπερ ἀδύνατον· ἐν ἄλλῳ μὲν γὰρ χρόνῳ γράφειν καὶ ἐν ἄλλῳ μὴ γράφειν δυνατόν, ὁμοίως καὶ βαδίζειν καὶ μὴ βαδίζειν. τὸ δὲ μανθάνειν νῦν γράμματα, εἴπερ ἐμάνθανεν ἃ ἐπίσταται ἀπολύτως εἴρηκε καὶ καθ’ αὑτό· ἔστι δὲ παράδειγμα τοῦ συνάγοντος σοφίσματος τὸν κοιμώμενον μανθάνειν νῦν γράμματα.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
