# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 23.1-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 168a23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/23.1-3

Τῶν μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τὸ διττόν. Εἶπεν ὅτι τῶν παραλογισμῶν ἕκαστος ἀναχθήσεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ ἁπλῶς μὲν ἓν ἔφησεν ἀπελέγχον τοὺς παραλογισμούς, τὸ μὴ ἐκ τῶν κειμένων αὐτοὺς συνάγεσθαι, ὅπερ καὶ ἐν τῷ διορισμῷ τοῦ ἐλέγχου εἴρητο. νῦν δὲ καὶ παρ’ ἓν ἕκαστον τῶν μερῶν τοῦ ἐλέγχου γίνεσθαι τούτους διδάσκει, καὶ πρότερον τὸν ἐκ τῆς ὁμωνυμίας φησὶ γίνεσθαι παρὰ τὸ μὴ ἓν εἶναι τὸ ὄνομα καὶ τὸ πρᾶγμα καὶ τὸν ἐκ τῆς ἀμφιβολίας· τόύτους γὰρ ἐδήλωσε διὰ τοῦ ἥ τε ὁμωνυμία καὶ ὁ λόγος. οὗτοί τε οὖν καὶ ἡ ὁμοιοσχημοσύνη τῆς λέξεως, τουτέστιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως, ὅτι παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνονται, δῆλον· κεῖται γὰρ τὸν ἔλεγχον εἶναι ‟τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος”· οἱ δὲ ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας ἐξ ὀνομάτων εἰσὶ καὶ λόγων οὐχ ἁπλῶν ἀλλὰ διάφορα σημαινόντων, ναὶ μὴν καὶ ἡ ὁμοιοσχημοσύνη. τό τε γὰρ μανθάνειν δύο σημαίνει καὶ ὁμώνυμον, ἀλλὰ καὶ ὁ ἀμφίβολος λόγος ὁ ῾ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ᾿ λέγων δύο παρεμφαίνει, τόν τε ὁρῶντα καὶ τὸ ὁρώμενον· καὶ τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δύο ταῦτα δηλοῖ, ὡς εἴρηται· πάθους γάρ ἐστι καὶ ἐνεργείας σημαντικόν, ὅπερ ἐστὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συλλογισμοῦ. δῆλον οὖν ὡς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ οἱ τρεῖς οὗτοι ἀναχθήσονται, ὅτι οὐ πράγματός εἰσιν ἑνός· δεῖ δὲ τὸν συλλογιζόμενον καὶ ἔλεγχον ποιῆσαι βουλόμενον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα λαμβάνειν. τὸ δὲ σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν περὶ τῆς ἀμφιβολίας δοκεῖ εἰρῆσθαι, οὐ περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως παραλογισμοῦ, ὃν ὁμοιοσχημοσύνην, ὡς εἴρηται, ἐνταῦθα λέγει· σύνηθες γὰρ σιγῶντα λέγειν μὴ μόνον τὸν σιγῶντα ἀλλὰ καὶ τὰ σιγώμενα καὶ ὁρῶντα τόν τε ὁρῶντα καὶ τὰ ὁρώμενα. ἐπήγαγε δὲ τοῦτο ἀναμιμνήσκων τοῦ ἔμπροσθεν εἰρημένου, ὅτι εἷς τρόπος τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ οὗτος, ‟ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν”. καὶ ἡ ἀπὸ τῆς συνθέσεως, φησί, καὶ διαιρέσεως ἀπάτη εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται· δεῖ γὰρ ἐπὶ τοῦ κυρίως ἐλέγχου τὸ αὐτὸ δηλοῦσθαι καὶ χωρὶς καὶ μετὰ τῆς συνθέσεως· ὅπερ ἐπὶ τῆς συνθέσεως καὶ τῆς διαιρέσεως οὐ συμβαίνει, ἀλλ’ ἕτερον μέν ἐστι τὸ χωρὶς ὑπὸ τῶν ὀνομάτων ἢ ῥημάτων δηλούμενον, ἕτερον δὲ τὸ ὑπὸ τῆς τούτων συνθέσεως. τὰ γὰρ γράμματα χωρὶς καὶ τὸ ῾ἐπίσταται' χωρὶς οὐ ταὐτὸν σημαίνει καὶ συντεθέντα, ὡς ἐπὶ τοῦ γράμματα ἐπίσταται᾿· ἀλλὰ καὶ ῾ ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης βαδίζει᾿ οὐ ταὐτὸν σημαίνει, ὥσπερ εἴρηται καὶ πρότερον. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν δι’ ἣν ἀναχθήσονται οἱ προειρημένοι παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἔστι δὲ αὕτη τὸ μὴ τὸ αὐτὸ σημαίνειν τὸ ὁμώνυμον καὶ τὸν ἀμφίβολον λόγον. νοηθήσεται δὲ καὶ περὶ τῆς συνθέσεως καὶ διαιρέσεως τοῦτο εἰρῆσθαι, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν οὗτοι ἀναχθήσονται παρὰ τὸ μὴ ταὐτὸ σημαίνειν. τὸ γὰρ βαδίζει καὶ τὸ δύναται βαδίζειν, ναὶ μὴν καὶ τὸ οὗ καταλύεις καὶ τὸ ἰού καταλύεις᾿ οὐ ταὐτὸν σημαίνει· ὁ γὰρ ἀμφίβολος λόγος καὶ τὸ ὄνομα τὸ διαφέρον οὐ ταὐτὸν σημαίνουσι. χρεὼν δὲ εἶναι καὶ τοῦτο, ἤγουν τὸ ὄνομα μὴ διάφορα σημαίνειν· ὥσπερ γὰρ τὸ πρᾶγμα ἓν καὶ ταὐτὸν εἶναι δεῖ, εἰ μέλλει ἔλεγχος γενέσθαι, οὕτω καὶ τὸ ὄνομα οὐ πολλῶν εἶναι δηλωτικόν. ὥσπερ γάρ, φησίν, οὐ γίνεται ἔλεγχος, ἄν ἐπ’ ἄλλου μὲν πράγματος ὁ ἐρωτώμενος καταφήσῃ, ἐπ’ ἄλλου δὲ τὴν ἀντίφασιν τὴν δοκοῦσαν συναγάγῃ ὁ ἐρωτῶν, οὕτω, κἄν τὸ πρᾶγμα μὲν ἓν ᾖ πολυώνυμον δέ, μὴ ἐπὶ τοῦ αὐτοῦ δὲ ὀνόματος, ἐφ’ οὗ κατέφησεν ὁ ἐρωτώμενος, συναγάγῃ τὴν ἀντίφασιν ὁ ἐρωτῶν, οὐ δοκεῖ ἔλεγχος ἀληθὴς γίνεσθαι, | ἀλλ’ ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτόν ἐστι τοῦτο κἀκεῖνο. οἷον εἴ τις οὕτως συλλογίσεται· πότερον καὶ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ὁρῶσιν ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα λωπία; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα· ὁρᾷ ἄρα τὰ ἡμέτερα ἱμάτια· ἀλλὰ καὶ οὐχ ὁρᾷ· ἐπὶ τούτου, εἰ καὶ ταὐτόν ἐστι τὸ λώπιον καὶ τὸ ἱμάτιον, ἀλλ’ ὅμως διὰ τὸ πολλοὺς τῶν ἀκουόντων ἀορισταίνειν δεῖται ὁ λόγος ἐρωτήματος εἰ ταὐτόν ἐστι τὸ λώπιον τῷ ἱματίῳ. δεῖ οὖν ὥσπερ τὸ πρᾶγμα εἶναι ταὐτὸν καὶ ἕν, εἰ μέλλει ἔλεγχος ἔσεσθαι, οὕτω καὶ τὸ ὄνομα τὸ αὐτὸ καὶ ἓν εἶναι καὶ μὴ ἱματίου προκειμένου ἀποδεικνύναι λώπιον ἀλλὰ ἱμάτιον. ἀληθὴς μὲν γὰρ ὁ συλλογισμός ἐστι κἀκεῖνος ὁ ἀντὶ ἱματίου λώπιον συλλογισάμενος, ἀλλ’ ἐπειδή, εἰ ἀγνοεῖ τις ὅτι ταὐτόν ἐστι τὸ ἱμάτιον τῷ λωπίῳ, θροηθήσεται οὐκ ἀπεικότως κἀντεῦθεν ζητήσει τὸ διὰ τί, διὰ τοῦτό φησι μὴ συλλογίζεσθαι τὸν οὕτω συλλογιζόμενον.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
