# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 23.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 165b23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/23.1

Tρόποι δ’ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο. Νῦν προτίθεται λέγειν περὶ τῶν τρόπων τῶν παραλογισμῶν. δέκα δὲ καὶ τριῶν αὐτῶν ὄντων δύο τρόπους αὐτῶν εἶναί φησιν. εἴη δ’ ἄν ἀντὶ τοῦ εἴδους τὸν τρόπον παραλαμβάνων, καὶ ἔστι τρόπον τινὰ λέγων οὕτως, ὅτι εἴδη τῶν σοφιστικῶν ἐνοχλήσεων εἰσι δύο, καὶ τὸ μὲν ἓν τῶν εἰδῶν ἓξ τρόπους περιέχει, τοὺς παρὰ τὴν λέξιν λεγομένους, τὸ δὲ ἕτερον ἑπτά, οὓς ἔξω καλεῖ τῆς λέξεως. εἰσὶ δὲ οἱ παρὰ τὴν λέξιν ποιοῦντες τὴν φαντασίαν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. οἱ δ’ ἔξω τῆς λέξεως εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, δεύτερος δὲ ὁ παρὰ τὸ ἀπλῶς ἢ μὴ ἀπλῶς ἀλλὰ τῆ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι καὶ μὴ κυρίως προσαορευόùενοζ-, τρίτος δὲ ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτος ὁ παρὰ τὸ ἑπόμενον, πέμπτος ὁ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ἕκτος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ἕβδομος ὁ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. ἐπεὶ δὲ ἡ τῶν ὄντων ἀνωτάτη διαίρεσις εἰς φωνάς ἐστι καὶ πράγματα καὶ τούτων τὰ μέν εἰσι λεκτὰ τὰ δὲ τυγχάνοντα, λεκτὰ μὲν αἱ φωναί, τυγχάνοντα δὲ τὰ πράγματα, καὶ ἡ τῶν σοφιστικῶν ἐλέγχων διαίρεσις τὴν πρώτην ἔχει διαίρεσιν ἢ περὶ φωνὰς ἢ περὶ πράγματα· ἑκάτερόν δὲ τούτων εἰς πλεῖστα διαιρεῖται. καὶ εἰ μὲν περὶ φωνάς, περὶ ταύτας ἔσονται οἱ παρὰ τὴν λέξιν ἓξ τῶν σοφισμάτων τρόποι· εἰ δὲ περὶ πράγματα, οἱ τῶν ἔξω τῆς λέξεως λοιποὶ ἑπτὰ τρόποι. πρῶτον μὲν οὖν λεκτέον περὶ τῶν παρὰ τὴν λέξιν σόφ’ σοφιστικῶν τρόπων, ὕστερον δὲ περὶ τῶν ἔξω τῆς λέξεως. ἀνάγκη τοίνυν τά παρὰ τὴν λέξιν σοφίσματα περὶ φωνὰς ὄντα ἢ ἐκ τῶν κατ’ αὐτὰς εἶναι ἢ ἐκ τῶν περὶ αὐτάς. καὶ εἰ μὲν ἐκ τῶν κατ’ αὐτάς, ἢ ἐκ τῶν ἁπλῶν διάφορα πράγματα περιεχουσῶν, καὶ γίνεται τὸ πρῶτον εἶδος τῶν εἰρημένων παραλογισμῶν τὸ κατὰ τὴν ὁμωνυμίαν, ἢ ἐκ τῶν συνθέτων φωνῶν ὁμοιοτρόπως διάφορα πράγματα περιεχουσῶν, καὶ ἀποτελεῖται τὸ δεύτερον εἶδος τὸ κατὰ τὴν ἀμφιβολίαν. τέσσαρες δέ εἰσι τρόποι ἐξ ὧν τὰ δύο ταῦτα συνίστασθαι εἴωθε. πρῶτος μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὃς καὶ κοινός ἐστιν ἀμφοῖν ἐπ’ ἴσης, ὡς μαθησόμεθα. δεύτερος δὲ ὄταν εἰωθότες ὦμεν οὕτω λέγειν· τί δέ ἐστι τὸ εἰωθότες ὦμεν οὕτω λέγειν, ὅτε τὴν λέξιν ἐπισκεψόμεθα, δηλοποιηθήσεται· πλὴν καὶ οὗτος κοινός ἐστιν ἀμφοῖν, ὡς καὶ ὁ πρὸ αὐτοῦ. τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλοῦν ἐστιν, ὃς τρόπος ἴδιός ἐστι τοῦ κατὰ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ἡνίκα τὸ μὲν σύνθετον ἓν σημαίνει | τὸ δ’ ἀπλοῦν πολλά. ἀλλ’ ὅπερ ἐλέγομεν] ἢ γοῦν, ὡς ἄνωθεν ἐλέγετο, τὰς ἁπλάς φωνὰς διατηρεῖ τις διάφορα δὲ πράγματα περιεχούσας, καὶ ποιεῖ τοὺς εἰρημένους δύο τρόπους τῶν σοφισμάτων ἢ τὰς ἁπλᾶς συντίθησι καί τι ἑπόμενον ἐκ τῆς συνθέσεως τῆς ὅλης φωνῆς λαμβάνει, καὶ ποιεῖ τὸ κατὰ σύνθεσιν τρίτον εἶδος τῶν ἐν λέξει, ἢ ἀντιστρόφως τούτῳ, καὶ ποιεῖ τὸ κατὰ τὴν διαίρεσιν. ἀλλ’ ἐκ μὲν τῶν κατ’ αὐτὰς τὰς λέξεις σοφιστικῶν τρόπων ταῦτα συνίστανται τὰ σοφίσματα. ἐκ δὲ τῶν περὶ αὐτὰς ἕτερα δύο συνίστανται· ἢ γὰρ παρὰ τὸν τόνον ἢ καὶ τὸ πνεῦμα, καὶ ποιεῖ τὸ παρὰ τὴν προσῳδίαν, ἡ παρὰ τὴν ποιὰν σχέσιν τοῦ σχηματισμοῦ τῆς λέξεως, καὶ ποιεῖ τὸ παρὰ τὸ σχῆμα καλούμενον εἶδος τῆς λέξεως. καὶ οὗτοι μὲν οἱ ἐκ τῶν λεκτῶν τρόποι ἕξ. πῶς δὲ καὶ ὅθεν ἕκαστος τούτων συνίσταται, παρακατιόντες ἐροῦμεν καὶ διὰ παραδειγμάτων τὸ σκοτεινὸν τοῦ λόγου διαφωτίσομεν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
