# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 24-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 179b24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/24-2

El οὖν μὴ συλλελόγισται, εἰ καὶ ἀληθές. "Ο λέγει διὰ τῶν εἰρημένων τοῦτό ἐστι. κἂν ἀληθές, φησί, κἂν ψεῦδος ᾖ τὸ ἐξ ἀσυλλογίστου τρόπου συναχθέν, ἡ τούτου ἐμφάνισίς ἐστι λύσις· οὐ συλλογίζεται δὲ καὶ ὁ ἐκ δύο μερικῶν συνάγων τι καὶ ὁ ἐκ δύο καταφάσεων ἐν δευτέρῳ σχήματι καὶ ὁ χρώμενος ὁμωνύμοις καὶ ἀμφίβολα λαμβάνων καὶ εἴ τι τοιοῦτον· ὥστε ὁ παρά τι τούτων δείξας τὸν παραλογισμὸν γεγονέναι ἐκεῖνος λύει. ἴσως δέ, φησίν , ἐπί τινων οὐδὲν κωλύει λύειν τὸν λόγον διὰ τοῦ δεικνύναι ἀδύνατόν τι ἑπόμενον, ἀλλ’ ἐπί γε τοῦ παρόντος οὐκ ἀπόχρη τοῦτο. ἢ μάλιστα τοῦτο λέγει , ὅτι ἐπί τινων μὲν οὐδὲν κωλύει λέγειν τὸ αὐτὸ εἰδέναι καὶ μὴ εἰδέναι, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, ἐπὶ δὲ τοῦ προσιόντος Κορίσκου οὐκ ἀρκεῖ τοῦτο· οἶδε γὰρ ὁ ἀποκρινόμενος καὶ τὸ προσιὸν ὅτι προσέρχεται καὶ τὸν Κορίσκον ὅτι Κορίσκος. ἀλλὰ καὶ οἱ λύοντες τὸ σόφισμα τὸ ὅτι τὰ ἑκατὸν καὶ πολλὰ καὶ ὀλίγα συμπεραινόμενον, λέγοντες ὅτι πᾶς ἀριθμὸς καὶ πολὺς καὶ ὀλίγος, ὁμοίως τούτοις ἁμαρτάνουσιν οὓς εἴπομεν ἁμαρτάνειν ἐν τῷ εἰς τὸ ἀδύνατον ἀπάγειν ἢ τὴν τυχοῦσαν λύσιν ἐπάγοντας καὶ μὴ παρ’ ἣν τὸ ψεῦδός ἐστι. καὶ εἴη ἂν λεῖπον τῷ ὥσπερ οὓς εἴπομεν τὸ ‘ἡμάρτανον’῾ ὡς γὰρ ἐκεῖνοι ἡμάρτανον, οὕτω καὶ οὗτοι. τίς δέ φησιν ἡ ἁμαρτία· ἀφέντες γάρ, φησί, λέγειν πρὸς τὸν ἐρεθίζοντα ὅτι οὐ συνεπερά|νω, ἐφιᾶσι μὲν τοῦτο λέγειν, φασὶ δὲ αὐτὸν συμπεπεράνθαι, καὶ πάντα ἀριθμὸν καὶ πολὺν καὶ ὀλίγον λέγουσιν. εἰ γοῦν οὕτω ποιοῦσι, πῶς οὐχ ἁμαρτάνουσιν; ἴσον δέ ἐστι τὸ λεγόμενον τῷ ‘εἰ γὰρ παραλιπόντες λέγειν πρὸς τὸν ἐρίζοντα ὅτι οὐ συνεπεράνω τὴν ἀντίφασιν τῆς θέσεως, εἰ τοῦτο γοῦν παραλιπόντες λέγουσιν ὅτι ἀληθές ἐστιν ὃ συνεπεράνω καὶ οὐδὲν ἀδύνατον (πᾶς γὰρ ἀριθμὸς καὶ πολύς ἐστι καὶ ὀλίγος), ἁμαρτάνουσιν’.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
