# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 27.1-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 168b27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/27.1-2

Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος. Πέμπτος μέν ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ὁ παρὰ τὸ ἑπόμενον παραλογισμός. ὑπάγει δὲ καὶ τοῦτον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν συλλογιζόμενος. συλλογίζεται δὲ οὕτω· οἱ παρὰ τὸ ἑπόμενον παραλογισμοὶ μέρη εἰσὶ τοῦ συμβεβηκότος· οἱ ἀπὸ τοῦ συμβεβηκότος παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται· δῆλον οὖν ὡς καὶ οἱ παρὰ τὸ ἑπόμενον εἰς τὴν | τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. τὸ γὰρ ξανθὸν τὸ ἑπόμενον τῷ μέλιτι καὶ τὸ διάβροχον εἶναι τὴν γῆν ὑετοῦ κατενηνεγμένου συμβεβήκασι, τὸ μὲν τῷ μέλιτι, τὸ δὲ τῇ γῇ. καὶ ὅτι μὲν μέρος εἰσὶ τοῦ συμβεβηκότος οἱ παρὰ τὸ ἑπόμενον, δῆλον. φανερὰ δέ ἐστι καὶ ἡ τούτων διαφορά· διαφέρουσι γὰρ οἱ παρὰ τὸ ἑπόμενον ἔλεγχοι τῶν παρὰ τὸ συμβεβηκός, ὅτι οἱ μὲν παρὰ τὸ συμβεβηκὸς ἐφ’ ἑνὸς μόνου λαμβάνονται, τουτέστιν ἐφάπαξ, καὶ οὐκ ἀντιστρέφονται. ἐφ’ ἑνὸς γὰρ μόνου λῆψιν τὸ μὴ ἀντιστρέφειν λέγει, ὡς ἐπὶ τούτου· τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα, τὸ χρῶμα ποιότης, τὸ μέλι ἄρα ποιότης. ἢ τὸ ἐφ’ ἑνὸς λαβεῖν τοιοῦτόν τι σημαίνει, ὡς ὁ σοφιστὴς τὸ συμβεβηκὸς καὶ τὸ ὑποκείμενον ὡς ἓν καὶ ταὐτὸν λαμβάνει καὶ μίαν φύσιν οἴεται ἑκατέρων· ἐπειδὴ γάρ, φησί, τὸ μέλι καὶ τὸ ξανθὸν ταὐτόν, τὸ δὲ ξανθὸν χρῶμα, τὸ μέλι ἄρα χρῶμα· καὶ πάλιν ἐπειδὴ τὸ λευκὸν κύκνος, ὁ δὲ κύκνος οὐσία, καὶ τὸ λευκὸν οὐσία· ἢ οὕτως· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δ’ εἰμὶ ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς ἐφ᾿ ἑνὸς μόνου λαμβάνονται, οἱ δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν πλείοσι, τουτέστιν ἀεὶ ἐν ἀντιστροφῇ· οἷον εἰ ὁ κλέπτης νύκτωρ πλανᾶται, καὶ ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί· καὶ εἰ ὁ τυραννήσειν μέλλων ὅπλα παρασκευάζει, καὶ ὁ ὅπλα παρασκευάζων τυραννήσειν μέλλει· ἀλλὰ μὴν ὁ Σωκράτης νύκτωρ πλανᾶται, καὶ ὁ Περικλῆς ὅπλα παρασκευάζει· κλέπτης ἄρα ὁ Σωκράτης, καὶ ὁ Περικλῆς τυραννήσειν μέλλει. ὥστε ὅταν μὲν ἀντιστρέψωμεν τοὺς ὅρους, ὡς ἐπὶ τούτων ἔχει τῶν εἰρημένων, καὶ μετὰ τὴν ἀντιστροφὴν προσλάβωμεν ὅρον, παρὰ τὸ ἑπόμενον τὸ τοιοῦτον λέγεται σόφισμα· ὅταν δὲ μὴ ἀντιστρέψωμεν, ἀλλ’ εὐθὺς τῇ ληφθείσῃ προτάσει προσλάβωμεν ἑτέραν πρότασιν, ὡς ὅταν λέγωμεν ῾τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα’, παρὰ τὸ συμβεβηκός ἐστι τὸ σόφισμα. μέρος ἄρα ἐστὶ τὸ παρὰ τὸ ἑπόμενον τοῦ παρὰ τὸ συμβεβηκός· διαιροῦνται γὰρ οἱ παρὰ τὸ συμ- βεβηκὸς εἴς τε τοὺς λαμβάνοντας τοὺς ὅρους ὡς ἀντιστρέφοντας καὶ εἰς τοὺς μὴ τοιούτους. ἀλλ’ ἴσως ἐρωτήσειέ τις, ὅτι διὰ τί οὐκ εἶπεν ῾οἱ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν ἀντιστροφῇ᾿, ἀλλ’ ἀεὶ ἐν πλείοσιν. ἢ διότι ἄλλο μέν ἐστι τὸ λέγειν ῾ὁ κύκνος λευκός᾿ καὶ ἄλλο τὸ λέγειν ῾τὸ λευκὸν κύκνος᾿· ἐκείνως μὲν γὰρ ὁ κύκνος ἐστὶν ὑποκείμενον, τὸ δὲ λευκὸν κατηγορούμενον, οὕτως δὲ τὸ ἔμπαλιν ὑπόκειται μὲν τὸ λευκόν, κατηγορεῖται δὲ ὁ κύκνος. οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον παραλογισμοὶ τοιοῦτοί εἰσι, δηλονότι ἀντιστρέφοντες τοὺς ὅρους καὶ ἕτερον προσλαμβάνοντες, καὶ τοιοῦτοι ἀποτελούμενοι. ὅρα δὲ καὶ τὸ τοὐ Ἀριστοτέλους παράδειγμα. ἐπειδὴ γὰρ ὁ κύκνος καὶ ἡ χιὼν τῷ λευκῷ ταὐτόν ἐστιν ἄμφω γὰρ λευκά), τὸν κύκνον χιόνα ἀξιοῦσιν εἶναι· νομίσαντες γὰρ ὅτι, ἐπειδὴ ἡ χιὼν λευκή, καὶ τὸ λευκὸν χιόνα διὰ τῆς ἀντιστροφῆς † λέγοντες, ἔστι δὲ καὶ ὁ κύκνος λευκόν, ὑπολαμβάνομεν ὅτι καὶ ὁ κύκνος χιών ἐστι. καὶ διὰ τοῦτο γίνεται ὁ παρὰ τὸ ἑπόμενον ἔλεγχος. ἔστι δ’ οὐκ ἀναγκαῖον, ἐπειδὴ ὁ κύκνος κατὰ συμβεβηκός ἐστι λευκόν. τοιοῦτόν ἐστι καὶ ὁ τοῦ Μελίσσου λόγος, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν ἐδείξαμεν· λαβὼν γὰρ ὅτι τὸ γεγονὸς ἀρχὴν ἔχει καὶ νομίσας ἀντιστρέφειν συνεπεράνατο λέγων· εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γέγονεν· ὥστε, εἴ τι μὴ γέγονεν, ἀρχὴν οὐκ ἔχει· τὸ δὲ μὴ ἀρχὴν ἔχον ἄπειρον· ὥστε τὸ μὴ γεγονὸς ἄπειρον· τὸ δὲ ὂν οὐ γέγονεν· τὸ ὂν ἄρα ἄπειρον. τὸ δὲ ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν ὅτι μὲν παρὰ τὸ ἑπόμενόν ἐστι, δῆλον. ἔστι δὲ καὶ τὸ σόφισμα τόδε τοιοῦτον· εἰ τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμβάνοντα ἴσα ἐστί, καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνουσι· Σωκράτης δὲ καὶ Θεαίτητος ἴσα ἐστί· Σωκράτους ἄρα καὶ Θεαιτήτου τὸ μέγεθος ταὐτὸν καὶ ἕν ἐστιν· ἀλλὰ μὴν οὐκ ἔστι ταὐτόν. τίνα δὲ ἄν εἴη τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμβάνοντα; ἢ δηλονότι τὰ πο|λυώνυμα· ὃ γὰρ μέγεθος λαμβάνει ὁ ἄνθρωπος, τοῦτο καὶ ὁ βροτός, f. 22r καὶ ὃ τὸ ἱμάτιον, τοῦτο καὶ τὸ λώπιον. ὥστε τὰ τὸ αὐτὸ μέγεθος λαμβάνοντα καὶ ἴσα ἐξ ἀνάγκης γίνεται· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ λαμβάνει μέγεθος· οὐ γὰρ ταὐτὸν τὸ τοῦ Σωκράτους μέγεθος τῆ τοῦ Θεαιτήτου, εἰ καὶ ἴσα ἐστίν, ἀλλ’ ἕτερον. ὁμοίως, φησί, καὶ ἐπὶ τῶν ἴσων γινομένων· γίνεται γὰρ καὶ ὁ παραλογισμὸς οὗτος παρὰ τὸ ἑπόμενον. τὰ μὲν γὰρ τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνεσθαι ἀληθές, οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος λαμβάνει. γίνεται δὲ ὁ παραλογισμὸς διὰ τὸ ἐκεῖ μὲν τὸ ταὐτὸ καὶ ἓν μέγεθος ταὐτὸν λέγειν τῷ ὅρῳ· ὁ γὰρ Σωκράτης καὶ ὁ Πλάτων’, εἰ τύχῃ καὶ ἄμφω τριπήχεις ὄντες, τὸ αὐτὸ καὶ ἓν μέγεθος ἔχοντες ἴσοι εἰσί· ταὐτὸν γάρ ἐστι τῷ ποσῷ τὸ ἀμφοτέρων μέγεθος· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος ἔχουσιν· οὐ γὰρ οἱ αὐτοὶ πάλιν ἴσοι ὄντες τὸ αὐτὸ τῷ ἀριθμῷ μέγεθος ἔχουσιν· ἄλλο γὰρ τὸ μέγεθος τὸ ἐν τῷ Σωκράτει καὶ ἕτερον τὸ ἐν τῷ Πλάτωνι. ἐκεῖ μὲν οὗν, ὡς εἴπομεν, τὸ αὐτὸ τῷ εἴδει καὶ τῷ ὅρῳ λαμβάνεται, ἐνταῦθα δὲ τῷ ἀριθμῷ. ἐπισκεπτέον δέ, φησί, τοῦτο καὶ ἄλλως. αὐτὸς μὲν συλλογισάμενος τὸν παρὰ τὸ ἑπόμενον παραλογισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνήγαγεν· ἐπισκέψασθαι δὲ λέγει, μήποτε καὶ καθ’ ἕτερόν τινα τρόπον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται, ἢ παρὰ τὸ ἄλλον καὶ ἄλλον λαμβάνειν τὸν μέσον ἢ κατ’ ἄλλο τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου ἀπηριθμημένων.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
