# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 27.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 165b27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/27.1

Tούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς. Ἔφησεν ἐν τοῖς ἄνω ὅτι ἕξ εἰσι μόνοι τρόποι τῶν παρὰ τὴν λέξιν σοφισμάτων, οὐδεὶς ἕτερος, καὶ τὸν ἑαυτοῦ λόγον πιστούμενος τὸν ὅτι οὔτε πλείους εἰσὶν οὗτοι τῶν ἓξ λέγοντα οὔτε ἐλάττους φησί· πίστις δὲ τοῦ ἓξ εἶναι αὐτοὺς καὶ μὴ τὸν ἀριθμὸν τοῦτον ὑπερβαίνειν ἥ τε ἐπαγωγή, ἥτις παρ’ ἐμοῦ ὕστερον ἐπαχθήσεται, ἐκτιθεῖσα τοὺς παρὰ τὴν λέξιν σοφισμοὺς καὶ πᾶν ὃ ἄν εἴη ἕτερον σόφισμα γινόμενον ἐκ τῆς λέξεως εἰς τούτους ἀνάγουσα, καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις ἕτερος. ἕτερος δὲ λέγει τοὺς προσυλλογισμοὺς ἑκατέρας τῶν προτάσεων τοῦ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ. καὶ αὐτὸς οὗτος ὁ προσεχῶς τοῖς λεγομένοις παρ’ αὐτοῦ τούτου τιθέμενος, εἰ καὶ ἀσαφῶς καὶ οἷον εἰπεῖν αἰνιγματωδῶς. πῶς δὲ ταῦτα ἔχει, λεκτέον τοῦ σαφοῦς ἕνεκα. ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι γίνεται καὶ πρώτῳ τρόπῳ τοῦ πρώτου σχήματος· ὁμοίως καὶ ἑκάτερος προσυλλογισμὸς ἑκατέρας προτάσεως. ἔχει δ’ ὁ συλλογισμὸς οὕτως, ὡς καὶ Γαληνός φησι· τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι· πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι· πάντα ἄρα τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει γίνεσθαι. τοιοῦτος μὲν οὖν ὁ συλλογισμός. ἄλλον δὲ συλλογισμὸν λέγοι ἂν τὸν κατασκευάζοντα τὴν μείζονα πρότασιν τὴν λέγουσαν ὅτι πᾶν τὸ μὴ ταὐτὸ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι, ἔτι τὸν κατασκευάζοντα τὴν ἐλάττονα τὴν λέγουσαν ‘τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι’. δείκνυται δὲ ἡ ἐλάττων αὐτοῦ πρότασις, ἄν ληφθῇ μέσος ὅρος τὰ παρὰ τὴν κακίαν τῆς λέξεως. καὶ εἴη ἄν ὁ συλλογισμὸς ὁ τὴν ἐλάττονα πρότασιν κατασκευάζων τοιοῦτος· τὰ σοφίσματα παρὰ τὴν κακίαν τῆς λέξεως γίνεται· τὰ παρὰ τὴν κακίαν τῆς λέξεως γινόμενα πάντα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασιξ μασι καὶ λόγοις δηλοῦσθαι γίνονται· τὰ ἄρα σοφίσματα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς <αὐτοῖς> ὀνόμασι καὶ λόγοις δηλοῦσθαι γίνονται. ὅπερ δὴ ἡ ἐλάττων ἦν, ὡς εἴρηται, πρότασις τοῦ προγεγονότος συλλογισμοῦ. καὶ ἡ μείζων ὁμοίως δείκνυται τῷ ληφθῆναι μέσον τὸ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ. ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς κατασκευάζων τὴν μείζονα τοιοῦτος· ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔχει, τουτέστιν οὐ τὸ αὐτὸ δηλοῦσι• πᾶν δὲ διττὸν ἐν ὀνόματι καὶ λόγῳ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ· τὸ δὲ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ δὶς λαμβανόμενον ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ τὸ συμπέρασμα δῆλον. λεχθείη δ’ ἄν σαφέστερον ὁ συλλογισμὸς καὶ οὕτως· πόθεν δῆλον ὅτι πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι; ἢ πάντως τῷ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ τὸ | διττὸν ἔχειν· πάντα δὲ τὰ οὕτως ἔχοντα ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ διὰ τοῦτο τὰ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι. οὐκοῦν κοινὸν πᾶσι συμπέρασμά ἐστι τὸ τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς γίνεσθαι συμβαίνειν. καὶ τὰ μὲν τῶν συλλογισμῶν τοιαῦτα. ἐνεργείᾳ μὲν οὖν τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν σοφισμοί, ἐν ὀνόματι μὲν οἱ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ οἱ παρὰ τὴν ἀμφιβολίαν• ἐνεργείᾳ δέ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· τό τε γὰρ κύων ὄνομα οὐχ ἑνός ἐστι δηλωτικόν, ἀλλὰ καὶ τὸ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ οὐχ ἑνὸς ἀλλὰ δύο. δυνάμει δὲ τὸ διττὸν ἔχουσι οἱ παρὰ τὴν προσῳδίαν καὶ τὴν σύνθεσιν καὶ τὴν διαίρεσιν· οὗτοι γὰρ πλείω μὲν οὐ σημαίνουσιν ἀλλὰ πάντως ἕν· διὰ δὲ τὸ ἑκατέρως δέχεσθαι διττοὶ λέγονται. διὸ καὶ δυνάμει φαμὲν αὐτούς· τοιοῦτον γὰρ τὸ δυνάμει. τὸ γὰρ (??) ἔστηκεν ἐνεργείᾳ μὲν οὐδενός ἐστι δηλωτικὸν ἐκφωνούμενον μόνως· γραφὲν δὲ δύναται πολλῶν γενέσθαι δηλωτικὸν ἢ δασείας ἢ ψιλῆς τιθεμένης ἐν τῷ (??) πῶς δὲ καὶ οἱ παρὰ τὴν σύνθεσιν καὶ τὴν δυνάμει τὸ διττὸν ἔχουσι, προιόντες εἰσόμεθα. φαντασίᾳ δὲ τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως· τοῦ γὰρ ‘ὁρῶ’ καὶ ‘λέγω’ ὁμοίως ἐκφερομένου φασὶν οἱ σοφισταί· ἆρ’ οὐχὶ τὸ ὁρᾶν καὶ λέγειν ὁμοίως λέγεται; ναί· ἔστι δὲ τὸ λέγειν ἐνεργεῖν· καὶ τὸ ὁρᾶν ἄρα· ἀλλὰ μήν ἐστι καὶ πάσχειν τὸ ὁρᾷν, εἴπερ συγκρίσει καὶ διακρίσει ἴτων αἰσθητηρίων ἡ ἀντίληψις τῶν αἰσθητῶν γίνεται. πολλὴν δὲ τὴν ἀσάφειαν ὁ Ἀριστοτέλης ἐποίησε τὸν συλλογισμὸν ἐκτιθείς. σαφηνισθήτω δὲ ἡ λέξις αὖθις αὐτὴν ἀναλαβόντων ἡμῶν. πίστις ἐστὶ τοῦ ἓξ εἶναι τὸν ἀριθμὸν τὰ παρὰ τὴν λέξιν σοφίσματα ἡ ἐπαγωγὴ καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις ἄλλος, ἄλλον συλλογισμὸν ὥσπερ λέγων τοὺς προσυλλογισμοὺς τοὺς τὴν μείζονα καὶ ἐλάττονα πρότασιν συνιστῶντας. τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἄν τοῖς ὀνόμασι τοῖς αὐτοῖς καὶ λόγοις καὶ μὴ ταὐτὰ δηλώσαιμεν ἡ μείζων ἐστὶ πρότασις τοὐ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ. ἴσον δέ ἐστι τὸ τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλώσαιμεν μὴ ταὐτὸ τῷ ‘τὸ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι’. ἐγένετο δ’ αὕτη ἡ ἀσάφεια ἐκ τοῦ ταύτην δὴ μόνην θεῖναι τὴν πρότασιν τὴν δὲ ἐλάττονα καὶ τὸ συμπέρασμα καὶ τοὺς προσυλλογισμοὺς ἀφεῖναι.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
