# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 28.1-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 174b28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/28.1-2

Δεῖ δὲ καὶ ἀφι·σταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων. Ἐπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι εἰς τὴν τῶν ἐρωτώντων τάξιν μετα- πίπτουσιν ἐρωτήσαντος γάρ τινος πρότασιν συντελοῦσαν εἰς κατασκευὴν τῆς κειμένης θέσεως τοῦ ἐρωτῶντος, οἱ ἀποκρινόμενοι ἀντεπιχειροῦσι πρὸς τὴν πρότασιν καὶ ἐρωτῶσί τινα δι’ ὧν νομίζουσιν ἀποφαίνειν ψευδῆ τὴν ἠρωτημένην πρότασιν), λέγει ἀφίστασθαι ἐρωτήσαντα τὴν πρότασιν τοῦ λόγου τοῦ δεικνύντος αὐτὴν ψευδῆ. ὥσπερ καὶ ὁ Καλλικλῆς ποιεῖ· ἐρωτήσας τήσας γὰρ πρότασιν ψευδῆ καὶ τοῦ Σωκράτους ἐπιχειρήσαντος ἐλέγξαι καὶ δεῖξαι ψευδῆ ἀπέστη τοῦ λόγου φήσας “οὐκ οἶδα τί λέγεις, Σώκρατες, <ἀλλ᾿> ἄλλον τινὰ ἐρώτα”. δεῖ οὖν, φησίν, ἀφίστασθαι τοῦ λόγου, γνοίης εὐποροῦντα τὸν ἀποκρινόμενον ἐπιχειρημάτων εἰς τὸ δεῖξαι ψευδῆ τὴν πρότασιν, καὶ ἐπιτέμνειν τὰ λοιπὰ τῶν ἐπιχειρημάτων, καὶ ἂν τοῦτο ἐπιχειρῶν ὅτι ἀποχωρεῖς καὶ ἀφίστασαι τοῦ λόγου, προαγορεύειν ὡς οὐκ ἀφίσταμαι. οἷον καὶ ὁ Καλλικλῆς “ἐρώται σὺ τὰ σμικρὰ ταῦτα καὶ στενά”, μόνον οὐχὶ λέγων ‘τί δεῖ ἀφίστασθαι; οὕτως εὐεξέλεγκτα καὶ εὐτελῆ εἰσιν ἅ με ἐρωτᾷς᾿. ἢ τὸ λεγόμενόν ἐστιν· ὅταν διὰ μακρῶν τὸ προκείμενον συλλογισθῇ τῷ μὴ δύνασθαι διὰ βραχέων (εὐφώρατον γὰρ γίνεται τὸ συμβαῖνον ἐξ ὀλίγων συναγόμενον), δεῖ, φησίν, ἀφίστασθαι τοῦ λόγου, τουτέστι τῆς μακρολογίας, καὶ τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν, καὶ ἄν προαισθόμενος τὸ συμβαῖνον ἐνίστηται ὅτι οὐκ ἔστιν ὃ μέλλεις συνάγειν, προαγορεύειν ἰού τὸ καὶ τὸ πρὸ ὀλίγου ὡμολόγησας;’. καὶ ἔστι πολλὰ τοιαῦτα εὑρεῖν παρὰ τῷ Πλάτωνι. καλλίων δὲ οἶμαι ἡ προτέρα ἐξήγησις· τοῦτο γὰρ οὐ σοφιστικόν, τὸ τὰ προδιομολογηθέντα καὶ προδειχθέντα διαρθροῦν, ἀλλὰ διαλεκτικόν. καὶ ὁ βουλόμενος ἀκριβεστέρως μαθεῖν, πῶς ἀφίσταται καὶ ἐπιτέμνει τὸν λόγον ὁ ἀποκρινόμενος, τὸ πρῶτον τῶν Πολιτικῶν τοῦ Πλάτωνος· ἐκεῖσε γὰρ ὁ σοφιστὴς Θρασύμαχος λόγον ὑπέχων καὶ γνοὺς τὸ συμβαῖνον ἀποστὰς τοῦ ἀποκρίνεσθαι συνέτεμε τὸν λόγον ἐρωτῶν. λέγει γὰρ ὁ Πλάτων’ ἐν ἐκείνοις οὕτως· “ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου, ὁ Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνεσθαι, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες” καὶ τὰ ἑξῆς· εἶτα ἐπήγαγε “ταῦτα εἰπὼν ἐν νῷ εἶχεν ἀπιέναι”. εἰ|πόντων δὲ τῶν παρεστώτων ‘διὰ τί ἀφίστασαι;’ καὶ τοῦ Σωκράτους ὁμοίως ‘τί ἀποχωρεῖς καὶ οὐ πείθεις οὕτως ἔχειν ὃ φῄς;’ ὁ Θρασύμαχος εἶπεν ‘οὐκ ἀφίσταμαι’· τοῦτο γὰρ δύναται τὸ “<εἰ> γὰρ οἷς δὴ νῦν ἔλεγον μὴ πέπεισαι, τί ἔτι σοι ποιήσω;”, λέγων πῶς ἀφίσταμαι καὶ τὸν λόγον ἐπιτέμνω, ὃς τοιαῦτα εἶπον πιθανὰ καὶ δυνάμενα πεῖσαι τὸν μὴ κακουργοῦντα;’. Έπιχειρητέον δὲ ἐνίοτε. Σοφιστικόν ἐστι καὶ τὸ καταλιπόντας περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν πρὸς τοῦτο πρὸς ὃ εὐπορεῖν ἔστιν ἐπιχειρημάτων, ὡς ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ποιεῖ, ποτὲ μὲν μύθους τινὰς διεξιὼν, ποτὲ δὲ περὶ ποιημάτων τὸν λόγον ποιούμενος ἐν οἷς εὐπορεῖν ἐπιχειρημάτων ἠδύνατο. ἢ οὖν τοῦτό ἐστιν ὃ λέγει, ὅτι δεῖ μετάγειν τὸν λόγον πρὸς ὃ εὐποροῦμεν ἐπιχειρημάτων, ἢ ὅτι πρὸς ἄλλο τοῦ κειμένου. οἷον εἰ κεῖται τὸν φιλόσοφον πολυπράγμονα εἶναι, δέδωκε δὲ τοῦτο ὁ ἀποκρινόμενος ἐπὶ τοῦ ζητητικοῦ καὶ ἐξεταστικοῦ τῆς τῶν ὄντων φύσεως, δεῖ τὴν πολυπραγμοσύνην καὶ τὸν πολυπράγμονα μεταλαβεῖν πρὸς τὸν φιλοπράγμονα οὕτως· ὁ φιλόσοφος πολυπράγμων, ὁ πολυπράγμων φιλοπράγμων, ὁ φιλοπράγμων ἐρωτικῶς διάκειται περὶ τὰ χρήματα, ὁ φιλόσοφος ἄρα ἐρωτικῶς ἔχει τῶν χρημάτων· ἀλλὰ τοῦτο ψεῦδος· καὶ τὸ ἄρα πολυπράγμονα εἶναι ψεῦδος. ὥσπερ καὶ ὁ Καλλικλῆς πεποίηκε· τοῦ γὰρ Σωκράτους δείξαντος ὅτι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι αἴσχιον, ὁ Καλλικλῆς μετέλαβε πρὸς ἄλλο εἰπὼν ‘φύσει μὲν παναίσχιον τὸ ἀδικεῖσθαι, νόμῳ δὲ τὸ ἀδικεῖν· ἀλλὰ μὴν τοὺς νόμους φαῦλοι καὶ δειλοὶ ἄνθρωποι τιθένται· ὃ δὲ οὗτοι τίθενται, ἐστὶ φαῦλον, οὐ μὴν ὃ ἡ φύσις· οὐκ ἄρα τὸ ἀδικεῖν φαῦλον’. δεῖ οὖν πρὸς ἄλλο τοῦ κειμένου μεταφέρειν, ὥσπερ καὶ Ἰσοκράτης ποιεῖ· μὴ δυνηθεὶς γὰρ αὐτόθι τὴν Ἑλένην ἐγκωμιάσαι ἐπαινεῖ τοὺς αὐτῆς ἐραστὰς καὶ ἐκ τούτου συνάγει τὸν ἔπαινον εἰς αὐτήν· ἧς γὰρ οἱ ἥρωες ἤρων, πῶς οὐ καθέστηκεν ἀξία ἐπαίνων; καὶ ὁ σοφιστὴς Λυκόφρων τοὺς λυρικοὺς ἐπαινῶν ἐπὶ τὴν λύραν μετήνεγκε τὸν ἔπαινον. ἢ μᾶλλον ἐπειδὴ ὑπό τινων ἠναγκάζετο ἐπαινέσαι τὴν λύραν, εἶτα μὴ λόγων εὐπόρει πολλῶν, μικρὸν τι ἐπαινέσας τὴν αἰσθητὴν ταύτην λύραν ἐπὶ τὴν οὐράνιον ἀνηνέχθη· ἔστι γὰρ ἐν οὐρανῷ ἄστρον τι ἐξ ἄστρων πολλῶν συγκείμενον λύρα ὀνομαζόμενον, εἰς ἣν πολλοὺς καλοὺς καὶ ἀγαθοὺς λόγους ἐξεῦρεν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
