Ancient Greek
Page 178a29
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 29-2
Not analysed yet
Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι αὐτοῖς, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει. Ἡ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρ’ ὅ τις ἔχων μὴ ἔχει, ἀπέβαλε; ναί· ἀλλὰ μὴν ὁ δέκα ἔχων ἀστραγάλους καὶ ἀποβαλὼν τὴν ἕνα οὐκέτι ἔχει δέκα· εἰ δὲ οὐκ ἔχει δέκα, εἶχε δὲ τοὺς δέκα, ἀπέβαλεν ἄρα τοὺς δέκα, ὅπερ ἄτοπον· ἄτοπον γὰρ τὸν ἀποβαλόντα ἕνα ἀστράγαλον φάσκειν δέκα ἀποβεβληκέναι. τὸ μὲν σόφισμα τοιοῦτον. τινὲς δὲ λύειν πειρώμενοί φασι μὴ ἄτοπον εἶναι τὸ φάσκειν ὅτι τοὺς δέκα ἀπέβαλεν· οὐ γὰρ ἔτι ἔχει δέκα τὸν ἕνα ἀποβαλὼν μεθ’ οὗ καὶ ἦσαν οἱ ἐννέα ἀστράγαλοι δέκα. οὕτω μέν τινες λύειν δοκοῦσιν. ἀλλὰ δῆλον ὅτι οὐ καλῶς· ἡ γὰρ τοιαύτη λύσις πρὸς μὲν τὸν ἄνθρωπόν ἐστι, πρὸς δὲ τὸ πρᾶγμα οὐκ ἔστι. τὴν δ’ ἀληθῆ λύσιν τὴν πρὸς τὸ πρᾶγμα σαφῶς ἡμῖν ἐφεξῆς τοῦ σοφίσματος ὁ Ἀριστοτέλης παρατέθεικεν ἐν τῷ λέγειν ἢ ὃ μὲν μὴ ἔχει πρότερον καὶ ἑξῆς, δυνάμει λέγων ὅτι ὃ μέν τις πρότερον ἔχων ὕστερον οὐκ ἔχει, ἐξ ἀνάγκης ἀποβέβληκεν, οὐ μὴν δ’ ὅσον οὐκ ἔχει ἢ ὅσα οὐκ ἔχει, ἀνάγκη τοσαῦτα ἀποβαλεῖν· οὐ γάρ, εἰ μὴ ἔχει δέκα ἔχων πρότερον, ἀνάγκη δέκα ἀποβαλεῖν, ἀλλ’ ἀποβαλεῖν μέν τινα, οἷον τρία ἢ πέντε ἡ τι ἄλλο τῶν τοῦ δέκα μερῶν, δέκα δὲ οὐχί. ὅτι δὲ καὶ τοῦτο τὸ σόφισμα παρὰ τὸ σχῆμα τῆς λέξεως ἐστι, δῆλον ἐντεῦθεν, ὅτι ὁ μὲν ἀριθμὸς ποσόν ἡ δὲ δεκὰς ποιόν, ὥστε καὶ τὰ τρία μόνον καὶ ἀπλῶς τὰ εἴδη. εἰ δὴ ἐρωτήσας ἐπὶ τοῦ ποιοῦ συνάγει ποσόν (ἔχων γὰρ πρότερον δεκάδα οὐκ ἔχει δεκάδα· ἔχει γὰρ τὸν ἐννέα· οὐ γάρ, εἰ μὴ ἔχει τὸν δέκα, ἀνάγκη δέκα μονάδας ἀποβαλεῖν), ἐρωτήσας οὖν ποιὸν συνάγει ποσόν· παρὰ τὸ σχῆμα ἄρα τῆς λέξεως καὶ τοῦτο τὸ σόφισμα. δῆλον δὲ τοῦτο καὶ ἐντεῦθεν· ἐρωτήσας γὰρ ἐπὶ τῆς δεκάδος, ἥτις ἐστὶ ποιόν (τὰ γὰρ εἴδη οὐσιώδεις ποιότητες) συνάγει τὸ ὅσα, ἤγουν ἐρωτήσας ποιὸν συνάγει ποσόν. εἰ γάρ, φησί, μὴ οὕτως ὡς προηνέχθη τὸ σόφισμα ἠρώτα ὁ σοφιστὴς ἀλλὰ οὕτως ‘ἆρά γε, εἴ τις μὴ ἔχοι ὕστερον ὅσα εἶχε πρότερον, ἀποβέβληκε τοσαῦτα; οἷον εἴ τις μὴ ἔχοι δέκα ἔχων πρότερον δέκα, ἀποβέβληκε δέκα;’ ,οὐδεὶς ἂν ἔδωκεν, ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τουτέστιν ἀλλ’ εἶπεν ἄν ὅτι δέκα μὲν οὐκ ἀποβέβληκε, τοσαῦτα δέ, οἷον εἰ τύχοι τρία ἤ τι τῶν τοῦ δέκα μερῶν.