# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 29.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 176b29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/29.1

Ἐπεὶ δ’ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ. Μέλλων χωρῆσαι εἰς τὸ παραδοῦναι ἡμῖν μέθοδον δι’ ἧς ἄν δυναίμεθα μεθα διαλύειν τὰ σοφίσματα, εἴτε καθ’ ὁμωνυμίαν εἰσὶν εἴτε κατ’ ἀμφιβολίαν ἢ καθ’ ἕτερόν τινα τρόπον τῶν ἀπηριθμημένων δέκα καὶ τριῶν, ἀνάγει τὸν λόγον ἐπὶ τὸ καθολικώτερον. καὶ φησὶν ὅτι, ἐπεὶ πᾶς συλλογισμὸς σοφιστικὸς ἢ παρὰ τὴν ὕλην ἐστί, τὰς προτάσεις ἔχων ψευδεῖς, ἢ παρὰ τὸ σχῆμα καὶ κατὰ τοῦτο ὢν ἀσυλλόγιστος, τοῦ μὲν κατὰ τὸ σχῆμα ὄντος ἐρρωμένου ψευδεῖς δὲ τὰς προτάσεις ἔχοντος δεῖ ἀναιρεῖν μίαν τῶν κειμένων προτάσεων, παρ’ ἣν τὸ ψεῦδος, ἢ εἰ τύχοι καὶ ἀμφοτέρας, ἀλλὰ μᾶλλον τὴν μείζονα, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαλύειν οὕτως αὐτόν, τοῦ δὲ τὸ σχῆμα ἡμαρτημένον ἔχοντος τὴν ἀσυλλογιστίαν αὖθις ἀπελέγχειν καὶ οὕτω καὶ αὐτὸν ἀνατρέπειν. ὁ πᾶς μὲν οὖν τῶν λεγομένων σκοπὸς τοιοῦτός ἐστιν. ἐπιέναι δὲ παροδικῶς καὶ τὴν λέξιν οὕτως ἔστιν. ἐπεὶ ἡ ὀρθὴ ἐμφάνισις καὶ ἀπόδειξις τοῦ ἀπλῶς σοφιστικοῦ συλλογισμοῦ αὕτη ἐστί, τὸ δεῖξαι παρὰ ποίαν τῶν προτάσεων συμβαίνει τὸ ψεῦδος, τὴν μείζονα ἢ τὴν ἐλάττονα, ὁ δὲ ψευδὴς συλλογισμός ἐστι διττός, ὁ μὲν τὸ σχῆμα ἐρρωμένον ἔχων, ὡς ὁ λέγων ‘ὁ λίθος παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ’ καὶ συλλογιζόμενος ἐκ τῆς πᾶς καὶ πᾶς ψευδές τι συμπέρασμα, τὸ πάντα ἄνθρωπον εἶναι λίθον, ὁ δὲ παρὰ τὸ σχῆμα λαμβανόμενος ἀληθευουσῶν θευουσῶν τῶν προτάσεων, ὡς ὁ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι τὸν ἄνθρωπον ἵππον εἶναι συμπεραινόμενος, ὅστις καὶ μὴ ὢν συλλογισμὸς δοκεῖ εἶναι τοῖς ἰδιώταις, εἴη ἂν τοῦ οὕτως συλλογιζομένου συλλογισμοῦ λύσις ἥ τε νῦν εἰρημένη (εἰρημένην δὲ νῦν λύσιν λέγει τὴν προσεχῶς ῥηθεῖσαν, τὴν ὅτι οὐ συλλελόγισαι, ἀλλ’ ἀσυλλόγιστος εἶ διὰ τὸ ὁμώνυμα ἢ ἀμφίβολα εἶναι τὰ ἠρωτημένα ἤ τι τοιοῦτον, ἢ ὅτι ἐκ δύο μερικῶν συλλογίζῃ ἢ ἐκ δύο ἀποφατικῶν ἤ τι τοιοῦτον) καὶ ἡ διόρθωσις τῆς οὐ καλῶς ληφθείσης προτάσεως, παρ’ ἣν τὸ ψεῦδος συνάγεται. ὥστε ἔσται λύειν τοὺς τοιούτους συλλογισμοὺς τοὺς μὲν συλλελογισμένους ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα. τὸ δὲ τοὺς φαινομένους διελόντα λύειν ἴσον ἐστὶ τῷ ἀναλύοντα εἰς τὰς προτάσεις ὁρᾶν πῶς ἐλήφθησαν, καὶ πότερον ὁμώνυμά ἐστι τὰ ἠρωτημένα ἢ ἄλλον τινὰ τρόπον, ἐξ ὧν οἱ παραλογισμοὶ γίνονται. καὶ τοὺς μὲν συλλελογισμένους καὶ τὸ ἴδιον τοῦ σχήματος ἐν ᾧ συνελογίσθησαν φυλάττοντας ἀναιρετέον δεικνύντας τὸν τρόπον τοῦ παραλογισμοῦ, τοὺς δὲ ἀσυλλογίστους διαιροῦντας καὶ δεικνύντας ὅτι αἱ δύο καταφατικαί εἰσιν ἐν δευτέρῳ σχήματι ἤ τι τοιοῦτον. διὰ μὲν οὖν τῶν μέχρι τοῦ νῦν εἰρημένων περί τε τοῦ κατὰ τὸ σχῆμα ἡμαρτημένου καὶ περὶ τοῦ κατὰ τὴν ὕλην ψευδομένου διελάμβανε· νῦν δὲ περὶ μόνου τοὐ τὸ σχῆμα μὲν ἐρρωμένον φυλάττοντος τῆς δὲ ἀληθείας ἐκπίπτοντος τὸν λόγον ποιεῖται. καὶ φησὶν ὅτι, ἐπεὶ τῶν τοιούτων συλλογισμῶν οἱ μὲν ἀληθὲς ἔχουσι τὸ συμπέρασμα, ὡς οἱ λέγοντες ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’, οἱ δὲ τὸ συμπέρασμα ψευδὲς ἔχοντες δῆλοι, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδομένους διττῶς ἔστι λύειν· καὶ γὰρ ὅταν [μὲν] τὸ συμπέρασμα ᾖ, ἐξ ἀνάγκης καὶ αἱ προτάσεις ψευδεῖς εἰσιν. ἀναιρεθήσεται οὖν ἐν τοῖς τοιούτοις συλλογισμοῖς καὶ τὸ συμπέρασμα καὶ αἱ τὸ τοιοῦτον συνάγουσαι | προτάσεις συμπέρασμα. τοὺς δὲ κατὰ τὰς προτάσεις ψευδομένους μοναχῶς ἔστι λύειν· ἐπεὶ γὰρ καὶ ἐκ ψευδῶν συνάγεται ἀληθές, ἐν τοῖς τοιούτοις αἱ προτάσεις ἀναιρεθήσονται, οὐ μὴν καὶ τὸ συμπέρασμα· τοῦτο γὰρ ἀληθές. ὥστε τοῖς βουλομένοις λύειν τοιοῦτον συλλογισμόν, σοφιστικὸν δηλονότι, πρῶτον μὲν σκεπτέον ὅτι κατὰ τὸ σχῆμα ἡμάρ- τηται ἢ κατὰ τὴν ὕλην. καὶ εἰ κατὰ τὴν ὕλην τυχὸν εἴη τὸ αἴτιον, ζητητέον πότερον ἐν ταῖς προτάσεσιν ἔχει τὸ ψεῦδος ἢ ἐν τῷ συμπεράσματι. εἰ μὲν οὖν ἐν τῷ συμπεράσματι, καὶ ἐν ταῖς προτάσεσιν ἐξ ἀνάγκης, οὐ μὴν τὸ ἀνάπαλιν. ζητητέον δὲ ταῦτα, ὅπως, εἰ μὲν εἴη κατὰ τὸ σχῆμα ἡμαρτημένος, διελόντες αὐτὸν λύσωμεν, εἰ δὲ παρὰ τὴν ὕλην, ἀναίρεσιν τῆς ψευδοῦς προτάσεως ποιησάμενοι. τὸ γὰρ ὅπως ἢ διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν, τὸ μὲν διαιροῦντες ἀντὶ τοῦ ’ἀναλύοντες εἰς τὰς προτάσεις’, ὥσπερ καὶ τὸ ἀναιροῦντες ὧδε ἢ ὧδε ἀντὶ τοῦ ‘ἢ τὸ συμπέρασμα μόνον ἢ τὸ συμπέρασμα καὶ τὰς προτάσεις’.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
