# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 3-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 176a3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/3-2

Εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις. Ἐπειδὴ ἀνοίκειόν ἐστι τῆς διαλεκτικῆς τὸ πρὸς δύο ἐρωτήσεις μίαν ποιεῖσθαι ἀπόκρισιν, μηδὲ τῶν ὁμωνύμων λοιπὸν μία ἔστω ἀπόκρισις· ὡς γὰρ εἰρήκαμεν, ὁ ὁμώνυμον ἐρωτῶν πλείω ἐρωτᾷ. ἀλλ’ οὐδὲ ἐὰν κατὰ πάντων τῶν πραγμάτων τῶν ὑπὸ τοῦ ὁμωνύμου ὀνόματος σημαινομένων ἐστιν ἀληθὲς τὸ κατηγορούμενον. οἷον εἰ ἐρωτήσει τις ‘ἆρ’ ὁ Αἴας ζῷον δίπουν;’, τοῦτο ἀληθὲς μέν ἐστι καὶ κατ’ ἀμφοτέρων τῶν Αἰάντων, οὐ δεῖ δὲ ἀπόκρισιν μίαν ποιῆσαι, καὶ διὰ τὸν τῆς προτάσεως λόγον τὸν λέγοντα ‘μιᾷ ἐρωτήσει μία ἔστω ἀπόκρισις’ (ὦδε δὲ διτταὶ οὖσαι αἰ ἐρωτήσεις ἁπλῆν ἐπιδέχονται τὴν ἀπόκρισιν), καὶ ἵνα μὴ συνεθισθέντες μίαν ἀπόκρισιν διδόναι ἐπί τινων ἀληθῶν ἐρωτημάτων πολλῶν καὶ ἐπὶ ἄλλων μὴ τοιούτων πάθωμεν τοῦτο. οὐδὲν γάρ, φησί, διαφέρει τὸ ὁμώνυμόν τι ἐρωτῆσαι καὶ τὸ τοιαύτην προαγαγεῖν ἐρώτησιν, πότερον ὁ Κορίσκος καὶ ὁ Καλλίας οἴκοι εἰσὶν ἢ οὔ; κἄν γὰρ ἀληθὲς εἴη τὸ εἶναι αὐτοὺς οἴκοι, κἂν τὸ μή, ἀμφοτέρως πολλαὶ αἱ ἐρωτήσεις· οὐ γάρ, εἰ ἀληθὲς εἴη τὸ εἰπεῖν οἴκοι αὐτοὺς εἶναι, μία ἐστὶν ἡ ἐρώτησις.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
