# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 30.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 165b30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/30.1

Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοῦτοι τῶν λόγων Ἄρχεται τῶν παρὰ τὴν λέξιν σοφισμάτων, καὶ τίθησιν ἕκαστου τῶν ἓξ τρόπων παραδείγματα, καὶ πρῶτον τῶν παρὰ τὴν ὁμωνυμίαν. εἰσὶ δὲ οἱ πρὸς παράδειγμα ληφθέντες αὐτῷ τοῦ ἐξ ὁμωνυμίας παραλογισμοῦ σοφισμοὶ τέσσαρες. πρῶτος ὁ συμπεραίνων τὸν ἐπιστήμονα ἀνεπιστήμονα, δεύτερος ὁ τὰ κακὰ ἀγαθὰ καὶ ὁ τὸν καθήμενον ἑστηκέναι καὶ ἔτι ὁ τὸν κάμνοντα ὑγιαίνειν. εἴωθε δὲ πρῶτον ἐπάγειν τὸ συμπέρασμα τὸ σοφιστικὸν καὶ τότε τιθέναι καὶ τὸν συλλογισμόν· τὸ γὰρ μανθάνουσιν οἱ ἐπιστάμενοι, τοῦτό ἐστι τὸ συμπέρασμα. καὶ ἔοικε λαμβάνειν ἀντὶ τῶν ἐπιστημόνων τοὺς γραμματικοὺς καὶ τὴν ἐλάττονα παραλιμπάνειν πρότασιν τὴν ὅτι οἱ γραμματικοὶ ἀποστοματίζουσιν. ὁ δὲ ὅλος συλλογισμὸς ἔχοι ἂν οὕτως· ἆρ’ οὖν οὐχ οἱ ἐπιστάμενοι ἀποστοματίζουσι; ναί; οἱ δ’ ἀποστοματίζοντες μανθάνουσι; ναί· οἱ ἄρα ἐπιστάμενοι μανθάνουσι. λύων οὖν τὸν τοιοῦτον παραλογισμὸν φησὶν ὅτι τὸ μανθάνειν ὁμώνυμον, ἤγουν διττόν, τὸ μὲν λεγόμενον ἐπὶ τοῦ χρωμένου τῇ ἐπιστήμῃ καὶ ξυνιέντος καὶ σημαῖνον τὸ νοεῖν, ὥσπερ εἰώθαμεν λέγειν ‘μανθάνω τὰ λεγόμενα’ ἀντὶ τοῦ ‘νοῶ’, τὸ δὲ τιθέμενον ἐπὶ τοῦ ἀναλαμβάνοντος ἐπιστήμην καὶ ἐξ ἀγνοίας ἀγομένου εἰς γνῶσιν καὶ μὴ εἰδότος μέχρι τοῦ νῦν· διόπερ φαμὲν τοὺς ἐπιστήμονας καὶ μανθάνειν καὶ οὐ μανθάνειν, μανθάνειν μὲν κατὰ τὸ χρᾶσθαι τῇ ἐπιστήμῃ καὶ ξυνιέναι, οὐ μανθάνειν δὲ κατὰ τὸ ἀναλαμβάνειν τὴν ἐπιστήμην. τὸ δὲ σόφισμα, ὡς ἐν προοιμίοις εἰρήκαμεν, ἐκ τοῦ Πλάτωνος εἴληπται, ἔχον οὕτως. ἠρώτα ὁ Εὐθύδημος τὸν Κλεινίαν· ὦ Κλεινία, πότεροι τῶν ἀνθρώπων μανθάνουσιν, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί, ἔφη ὁ Κλεινίας. καὶ ὁ Εὐθύδημος· εἰσὶ δὲ διδάσκαλοι; ναί. τίνων; τῶν μανθανόντων. τί δέ, οἱ μαν|θάνοντες οἷον σὺ ἠπίστασο ἃ ἐμάνθανες; οὐ δῆτα. ἆρα σοφὸς ἦς, ὅτε ταῦτα οὐκ ἠπίστασο; οὐδαμῶς. οὐκοῦν εἰ μὴ σοφός, ἀμαθὴς πάνυ· οἱ ἀμαθεῖς ἄρα, ὦ Κλεινία, μανθάνουσιν ἀλλ’ οὐχ οἱ σοφοί. εἶτα πάλιν ἐπεχείρει ἐκ τοῦ ἐναντίου ὁ Εὐθύδημος· λέγε, ὦ Κλεινία, “ὁπότε ἀποστοματίζοι ὑμῖν ὁ γραμματιστής, πότεροι τῶν παίδων ἐμάνθανον τὰ ἀποστοματιζόμενα, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί. οἱ σοφοὶ ἄρα μανθάνουσιν, οὐχ οἱ ἀμαθεῖς”. ἐν μὲν δὴ τῷ πρώτῳ παραλογισμῷ ὁ μὲν Κλεινίας τὸ μανθάνειν δέδωκεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν τὰ λεγόμενα, ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ ἐξ ἀνεπιστημοσύνης καὶ ἀγνοίας εἰς ἐπιστήμην καὶ γνῶσιν ἄγεσθαι· ἐπὶ δὲ τοῦ δευτέρου ἀνάπαλιν. ἀλλὰ τοιοῦτος μὲν ὁ εἰρημένος παραλογισμός. ὁ δὲ τὰ κακὰ ἀγαθὰ συμπεραίνων τοιοῦτος. εἴληπται μὲν καὶ ἐνταῦθα πρότερον τὸ συμπέρασμα τὸ ὅτι τὰ κακὰ ἀγαθά· συνελήφθησαν δὲ καὶ αἱ δύο προτάσεις. ἔχει δὲ οὕτως· οὐχὶ τὰ κακὰ δέοντά ἐστι; ναί· οὐχὶ τὰ δέοντα ἀγαθά ἐστί; ναί· τὰ ἄρα κακὰ ἀγαθά. καὶ οὗτος οὖν ὁ παραλογισμὸς παρὰ τὸ διττόν· σημαίνει γὰρ τὸ δέον καὶ τὸ ὠφέλιμον καὶ τὸ καλόν· οἷον δέον τὰ δίκαια ποιεῖν, ἤγουν καλόν, ὁμοίως καὶ τοῖς νόμοις πείθεσθαι ἢ τοῖς γονεῦσι· σημαίνει καὶ τὸ ἀναγκαῖον, καθό φαμεν δέον τὸ γινόμενον φθαρῆναι ἀντὶ τοῦ ἀναγκαῖον· σημαίνει τὸ δέον καὶ τὸ συμφέρον· δέον γάρ φαμεν, ἤτοι συμφέρον, γυμνασίαις χρῆσθαι τοιαῖσδε. τριχῶς οὖν λεγομένου τοῦ δέοντος ὁ Ἀριστοτέλης τὸ ἓν σημαινόμενον παρείς, τὸ κατὰ τὸ συμφέρον, ἐκ τῶν δύο ἐμφανίζει τὰς μοχθηρίας τῶν παραλογισμῶν. ἐν μὲν οὖν τῇ ἐλάττονι προτάσει τῇ λεγούσῃ τὰ κακὰ δέοντα τὸ δέον ἀντὶ τοῦ ἀναγκαῖον εἴληπται· μάστιγες γὰρ καὶ πληγαὶ καὶ σφαγαὶ καὶ ἄλλα τινὰ κακὰ ὄντα ἀναγκαῖα τυγχάνει πρός τινας λῃστὰς καὶ φονεῖς· ἐν δὲ τῇ μείζονι ἀντὶ τοῦ ἀγαθὸν εἴληπται, καὶ παρὰ τοῦτο τὸ κακὸν εἶναι ἀγαθὸν συμπεπέρασται εἰ γοῦν τις διεῖλε τὸ δέον καὶ τούτου τὸ μὲν ἔφησεν εἶναι ἀναγκαῖον τὸ δὲ ἀγαθόν, ἐπέσχεν ἂν τὸν σοφιστὴν ἐπαγαγεῖν τὸ συμπέρασμα διὰ τὸ μὴ τὸ ἀναγκαῖον δέον, ἤγουν τὴν τομὴν καὶ τὴν καῦσιν τὴν ἐξ ἀνάγκης ἐπαγομένην, τῷ ὑγιαίνοντι ἀγαθὸν εἶναι· αὗται γάρ, ἡ τομή φημι καὶ ἡ καῦσις, καθ’ ἑαυτὰ τυγχάνουσιν ὄντα κακά. γέγονε τοίνυν ὁ παπαλογισμὸς λογισμὸς διὰ τὸν μέσον ὅρον ἄλλον καὶ ἄλλον λαμβανόμενον. τοιοῦτοί εἰσι καὶ οὗτοι· οὐχὶ ὁ κόραξ πτηνόν ἐστι; τί δέ, οὐχὶ τὸ ὄργανον ᾧ κλείομεν τὰς θύρας κόραξ ἐστί; τὸ ὄργανον ἄρα πτηνόν ἐστιν· ὁμώνυμον γὰρ τὸ κόραξ. καὶ πάλιν οὐχὶ ὁ ἀετὸς πτηνόν ἐστι; ναί· τί δέ, οὐχὶ ὁ ἰχθὺς ο ἀετὸς ἀετὸς ἐστιν; ο ἰχθὺς ἄρα πτηνὸν ἐστιν. ιοωμεν καὶ τὰ εξης δύο τοῦ παραλογισμοῦ τοῦ ἐξ ὁμωνυμίας παραδείγματα.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
