# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 30

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 169b30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/30

Ὅτι δὲ ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδῳ, δῆλον. Εἰπὼν ὅτι “ἔχομεν παρ’ ὅσα οἱ σοφιστικοὶ γένοιντ’ ἄν συλλογισμοί” διὰ τὸ ἔχειν ἡμᾶς “παρ᾿ ὅσα γίνονται οἱ φαινόμενοι” καὶ μεταξὺ παρενθεὶς τὰ εἰρημένα, πάλιν ἐπάνεισιν ἐπὶ τὸ προκείμενον, καὶ κατασκευάζει τοῦτο καὶ ἀπὸ τῶν ἀκροωμένων λέγων παρ’ ὅσα γὰρ ἄν τῶν μὴ καλῶς ἠρωτημένων φανείη τοῖς ἀκροωμένοις ὡς καλῶς ἠρωτημένα, παρ’ ἁ τοσαῦτα ἄν καὶ τῷ ἀποκρινομένῳ δόξειε καλῶς ἠρωτῆσθαι. ἀπατηθήσεται δὲ ὁ ἀκροατὴς ἡ διὰ τὴν ὁμωνυμίαν ἢ διὰ τὸ σχῆμα τῆς λέξεως ἢ διά τι τούτων· καὶ ὁ ἀποκρινόμενος ἄρα κατά τι τούτων παραλογισθήσεται. ὥστε ἔσονται συλλογισμοὶ ψευδεῖς διὰ τῶν ἀπηριθμημένων τρόπων ἢ πάντων συνελθόντων εἰς τὸ ἀπατηθῆναί τινα ἢ τινῶν. εἰπὼν δὲ παρὰ τοσαῦτα ἂν καὶ τῷ ἀποκρινομένῳ δόξειεν ἐπάγει ὃ γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἀν ἐρωτηθεὶς θείη, τουτέστιν ὅπερ ἐν τῇ οἰκείᾳ διανοίᾳ καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ ὡς ἀληθεῖ συνένευσε, κἂν ἠρωτήθη, ἐδεδώκει ἄν. πλήν, φησίν, ἐπί τινων, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοικισμόν, οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι τὸν λόγον συμπεράναντος τοῦ σοφιστοῦ, ἀλλὰ προσερωτῶσι τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζουσιν. εἰπόντος γὰρ τοῦ σοφιστοῦ ῾ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν᾿ καὶ ἐπάγοντος ὅτι ὁ δεῖνα βαδίζει, εὐθὺς ὁ καὶ μικρὸν δυνάμενος συνορᾶν προσεπερωτήσοι ἂν τὸ ἐνδεές, τὸ ῾δύναται᾿, καὶ ἐμφανίσοι τὸ ψεῦδος. πάλιν λέγοντος τοῦ σοφιστοῦ ‘ἆρ’ ὃ φῄς εἶναι, τοῦτ’ ἔστι; φῄς δὲ λίθον εἶναι· ἔστιν ἄρα λίθον᾿ οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι, ἀλλά φασιν ῾οὐχί, ἀλλ’ ἔστιν ἄρα λίθος᾿. Ἀλλὰ περὶ μὲν τούτων σαφὲς γενήσεται τὸ λεγόμενον, ὅταν τὰς λύσεις τῶν σοφισμάτων καὶ αὐτὸς ἐπαγάγῃ. νῦν δὲ τὸ μικρῷ πρόσθεν εἰρημένον, τὸ ὅτι ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, εἴπωμεν. λέγεται τοίνυν ὑπὸ τὴν διαλεκτικὴν εἶναι ἡ πειραστική, διότι καὶ αὐτὴ ψεῦδος δύναται συλλογίζεσθαι διὰ τὴν τοῦ διδόντος ἄγνοιαν ὥσπερ ἡ διαλεκτική, διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς, ὅτι αἱ μὲν δῆλον ποιοῦσιν ὅτι τὴν ἀντίφασιν συλλογίζονται τῆς τοῦ ἀποκρινομένου θέσεως (οὐ γὰρ ἐρωτῶσιν ἀμφίβολα καὶ ὁμώνυμα καὶ τοιαῦτά τινα), οἱ δὲ ἄν καὶ συλλογίζωνταί ποτε τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ οἷα πολλάκις εἴρηται οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοὐ τεθέντος παρὰ τοῦ προσδιαἠρωτημένον λεγομένου, ῆ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ᾶν ἀμφίβολάν ἐστι τὸ ἢ ὁμώνυμον ἢ ἄλλο τι.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
