# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 31

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 175a31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/31

Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως. Ὥσπερ, φησίν, εἴπομεν δεῖν προαιρεῖσθαι ἐνδόξως παρὸ ἀληθῶς συλλογίζεσθαι, ἡνίκα ὁ ἀποκρινόμενος μὴ δέχεται τἀληθῆ, οὕτω δεῖ καὶ τὸν ἀποκρινόμενον λύειν τὰ σοφίσματα μὴ ἐξ ἀληθῶν ἀλλ’ ἐκ φαινομένων· οὐ γάρ εἰσι τὰ σοφίσματα ἀληθεῖς ἔλεγχοι ἀλλὰ φαινόμενοι. πῶς δέ εἰσι φαινόμενοι, κατασκευάζει λέγων μὴ συλλογίζεσθαι αὐτούς. ὥστε ἐπειδὴ φαινόμενοί εἰσι, δεῖ τὸν ἀποκρινόμενον πρὸς τὸ μὴ δοκεῖν ἐλέγχεσθαι διορθωτέον, τουτέστι δεῖ λέγειν παρὰ τί φαίνεται μὲν ἐλέγχειν, οὐκ ἐλέγχει δέ, καὶ διορθοῦσθαι τοὺς ἀκροωμένους. εἰ γὰρ εἴποιμεν παρὰ τί δοκεῖ μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς δοκοῦντας ὅτι ἐληλέγμεθα καὶ ἀπάξομεν ἀπὸ τῆς ψευδοῦς ταύτης δόξης· ὁ γὰρ ἀπάγων τινὰ ἀπὸ τῆς ψευδοῦς δοκήσεως ἐπὶ τὴν ἀλήθειαν διορθοῦται τοῦτον, καὶ ἡμεῖς εἰ εἴποιμεν τὸ παρὰ τί φαίνεται ἔλεγχος μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς ἀκροατὰς καὶ πείσομεν αὐτοὺς μὴ δοκεῖν ἔλεγχον τὸν μὴ ὄντα ἔλεγχον. ὅλως γάρ, φησί, πρὸς τοὺς τοιούτους ἀπομάχεσθαι δεῖ ὡς οὐκ ἐλέγχοντας· δεῖ γὰρ λέγειν ὅτι οὐκ ἔλεγχος τὸ συμβαῖνον ἀλλὰ φαίνεται, καὶ ἐμφανίζειν παρὰ τί φαίνεται μέν, οὐκ ἔστι δέ, οἷον ὅτι παρὰ τὴν σύνθεσιν ἢ παρὰ τὴν ὁμωνυμίαν ἢ παρὰ τὴν λέξιν ἢ τὴν ἀμφιβολίαν φαίνεται, οὐκ ἔστι δέ. ἐπειδὴ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστιν ἔκ τινων μὴ ὁμώνυμος, οὐ χρὴ τὸν ἀποκρινόμενον ἄλλο τι προσδιορίζεσθαι ἐν τοῖς ὁμωνύμοις ἢ ἀμφιβόλοις ἐλέγχοις, ἀλλὰ λέγειν μόνον ἀμφίβολα καὶ ὁμώνυμα εἶναι τὰ ἐρωτώμενα καὶ ὅτι τὸ συμπέρασμα φαίνεται μὲν ἐλέγχειν, οὐ ποιεῖ δὲ τοῦτο ὁμώνυμον ὄν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
