Ancient Greek
Page 180a32
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 32-2
Not analysed yet
Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ’ ἔχοντες. Τὰ σοφίσματα τοιαῦτα. ἆρ’ ἐνδέχεται τὸ μὴ ὂν εἶναι; οὔ· γε τὸ μὴ ὂν δοξαστόν ἐστι; ναί· τὸ μὴ ὂν ἄρα ἔστι· τὸ γὰρ ἀλλὰ μήν ἐστι γέ τι μὴ ὂν ὡς ἴσον ἐστὶ τῷ ‘ἀλλὰ μὴν τὸ μὴ ὂν ἐστί τι, οἷον δοξαστόν’. πάλιν τὸ ὂν συνάγουσι μὴ εἶναι οὕτως· εἰ ἔστι τὸ ὄν, ἢ ἄνθρωπος ἔσται ἢ ἵππος ἢ βοῦς ἤ τι τῶν τοιούτων· οὐδὲν δὲ τούτων ἐστίν, ὥστε οὐδὲ ἔστιν· οὐκ ἄρα ἔστι τὸ ὄν. πάλιν ἆρα ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; ὁ δὲ ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν, ὥστε εὐώρκησεν· ἠλήθευσε γὰρ πεποιηκὼς ὃ ποιεῖν ὤμοσεν· ὀμόσας γὰρ ἐπιορκήσειν ἐπιώρκησεν· ὁ αὐτὸς ἄρα ἅμα ἐπιορκεῖ εὐορκεῖ. πάλιν ἆρα τὸν αὐτὸν ἐγχωρεῖ ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; οὔ· ἀλλὰ μὴν ὅδε πείθεται μὲν τῷ γεωμέτρῃ ἀσύμμετρον εἶναι τὴν πλευράν, ἀπειθεῖ δὲ σύμμετρον εἶναι, καὶ πείθεται μὲν μείζονα εἶναι τὸν ἥλιον τῆς γῆς, ἀπειθεῖ δὲ τῷ αὐτῷ ἐλάττονα εἶναι· ὁ αὐτὸς ἄρα τῷ αὐτῷ πείθεται καὶ ἀπειθεῖ. θεὶς δὲ τὰ σοφίσματα συντόμως λύει αὐτὰ λέγων ἢ οὔτε τὸ εἶναί τι ταὐτόν, τουτέστιν οὐ ταὐτόν ἐστι τὸ λέγειν τὸ μὴ ὂν ὅτι ἐστί τι, οἷον δοξαστόν, καὶ ἀπλῶς ὅτι ἔστιν· εἰ μὲν γὰρ τὸ τὶ ὂν ταὐτὸν ἦν τῷ ἁπλῶς ὄντι, ἦν ἂν τὸ μὴ ὂν ὄν· ἐπεὶ δὲ ἕτερον, οὐκ ἔσται τὸ μὴ ὂν ὄν. λύει δὲ σαφῶς καὶ τὸ τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν λέγων πλὴν τοῦτο μόνον, εὐορκεῖ δὲ οὔ, ὃ ἴσον ἐστὶ τῷ ‘ἁπλῶς μὲν οὐκ εὐορκεῖ, ἀλλὰ τοῦτο μόνον, ὅτι ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν’· ὥστε κατὰ τοῦτο μόνον, ἁπλῶς δὲ οὐκ εὐορκεῖ, |ὥστε οὐχ ἁπλῶς ὁ ἐπιορκῶν εὐορκεῖ ἀλλὰ πῇ. οὐδ’ ὁ ἀπειθῶν ἀπλῶς πείθεται, ἀλλὰ τὶ πείθεται· ἁπλῶς γὰρ πειθόμενος τῷ ἀληθεῖ, ἐφ’ οὗ καὶ τὸ ‘πείθεται’ ἀληθῶς λέγεται (ὁ γὰρ τοῖς ἀληθέσι πιστεύων καὶ τούτοις πειθόμενος κυρίως πείθεται), ἀπειθεῖ [δὲ] τῷ ψεύδει· καὶ ἔστιν ἄλλο μὲν ᾧ πείθεται, ἄλλο δ’ ᾧ ἀπειθεῖ.