# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 32

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 173a32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/32

Περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν. Στοχάζονται οἱ σοφισταί, ὡς εἰρήκαμεν, τοῦ ποιεῖν τὸν προσδιαλεγόμενον ὡς ἀδολεσχοῦντα δοκεῖν. καὶ δι’ ὧν λέγει, αὐτὸ τοῦτο διδάσκει. τέως γοῦν πρότερον τί ἐστι τὸ ἀδολεσχεῖν λέγει εἰρηκέναι· καὶ ἔφθη περὶ τούτου εἰπὼν ἐν ἀρχαῖς τῆς προκειμένης πραγματείας, ὅτι ἀδολεσχῆσαί ἐστι τὸ πλεονάκις ταὐτὸ λέγειν. τοῦτο εἰπὼν ἐπάγει πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται ποιεῖν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι οἱ μέλλοντες ῥηθῆναι παρ’ ἐμοῦ λόγοι τούτου χάριν λέγονται, παριστῶντες πῶς γίνεται τὸ ἀδολεσχεῖν, καὶ τοῦτο βούλονται ποιεῖν, τὸ ἀδολεσχεῖν. γίνεται δὲ τοῦτο ἐπ’ ἐκείνων, ὅταν ὄνομα ἢ λόγον οὐδὲν διαφέρῃ εἰπεῖν, οἷον διπλάσιον καὶ διπλάσιον ἡμίσεος, ὅ ἐστι λόγος τοῦ διπλασίου· ἐπεὶ γὰρ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ λέγεται (πρός τι ὂν αὐτὸ ὅπερ ἐστὶ πρὸς ἄλλο τὴν ἀναφορὰν ἔχει), καὶ μόνον λεγόμενον διπλάσιον ποιεῖ συνεξακούεσθαι πάντως καὶ τὸ ἡμίσεος. εἰ γοῦν ἀντὶ τοῦ εἰπεῖν τὸ ὄνομα, ἤτοι τὸ μέγεθος τόδε διπλάσιον, ἐρεῖς τόδε τὸ μέγεθος διπλάσιον ἡμίσεος, ἠδολέσχησας· ἐν οἷς γὰρ εἶπας διπλάσιον, ἐδήλωσας αὐτό· εἰ γὰρ ἐν τῷ διπλασίῳ τὸ ἥμισυ ἐμφαίνεται, εἰλημμένου ἐνεργείᾳ καὶ τοῦ ἡμίσεος δὶς εἴληπται τὸ ἡμίσεος. εἰ τοίνυν οὕτως λέγεις ῾τόδε διπλάσιον ἡμίσεος᾿, οὐδὲν ἄλλο λέγεις ἀλλ’ ἢ ‘τόδε διπλάσιον ἡμίσεος ἡμίσεος᾿· ἅπαξ μὲν γὰρ τὸ ἡμίσεος συνεμφαίνεται ἐν τῷ εἰπεῖν σε διπλάσιον, καὶ ἔτι ἐν τῷ προσθεῖναί σε ἐνεργείᾳ τὸ ἡμίσεος. πάλιν ἄν ἀντὶ τοῦ εἰπεῖν διπλάσιον τὸ διπλάσιον ἡμίσεος ληφθῇ, τρὶς ἔσται εἰρημένον τὸ ἡμίσεος.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
