# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 33-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 176a33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/33-2

Ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ. Ως ἐν παραβολῇ λαμβάνεσθαι ὃ βουλόμεθα λαβεῖν ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν εἴρηκεν, ὅταν ὃ βουλόμεθα λαβεῖν οὕτως ἐρωτῶμεν ὡς οὐκ αὐτὸ θέλοντες ἀλλὰ δι’ αὐτοῦ ἄλλο βουλόμενοι λαβεῖν, οἷον βουλόμενοι τὴν ἐγκράτειαν λαβεῖν ὅτι ἀρετή ἐστι, μὴ εἴποιμεν ‘ἆρά γε ἡ ἐγκράτεια ἀρετή ἐστιν;’ ἀλλ’ ἆρά γε ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτως καὶ ἡ ἀνδρεία | καὶ ἡ δικαιοσύνη;’. εἰ οὖν καὶ ἐνταῦθα παραβολὴν τοῦτο λέγει, εἴη ἂν τοῦτο λέγων, ὅτι ὅταν τὸ καθόλου μὴ ὀνόματι, τουτέστι μὴ αὐτὸ καθ’ αὑτὸ ληφθῇ μηδ’ ὡς δι’ αὑτό ὀνόματι γὰρ λαμβάνεταί τι, ὅταν τὸ ὄνομα αὐτόθεν αὐτὸ ληφθῇ, οἷον τῶν ἐναντίων μία ἡ ἐπιστήμη ἢ ἡ ἐγκράτεια ἀρετή, παραβολῇ δέ, ὅταν λόγῳ καὶ μὴ δι’ ἑαυτὸ ἀλλὰ ἄλλου χάριν), ὅταν οὖν τὸ καθόλου παραβολῇ ληφθῇ, ῥητέον ὅτι οὐχ οὕτως δέδωκεν οὐδ’ ὡς ἔδωκεν ἔλαβεν· οὐ γὰρ τὴν ἐγκράτειαν δέδωκεν ἀρετὴν ἀλλὰ τὴν ἀνδρείαν. εἰ δὲ μὴ οὕτως εἴληπται τὸ τῆς παραβολῆς, εἴη ἂν λέγων, ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ, ἀλλὰ παραβολῇ καὶ λόγῳ, ῥητέον τὸ καὶ τό. μὴ ὀνόματι δὲ ἀλλὰ λόγῳ ληφθήσεται τὸ καθόλου οὕτως· ἀρά γε ἡ ἔλαφος τετράπους οὖσα διχηλή ἐστι; ναί· τί δέ, ἡ αἴξ; ναί· τί δέ, ὁ βοῦς; ναί· τί δέ, τὸ πρόβατον; ναί· πᾶν ἄρα ὃ ἂν ᾖ τοιοῦτον δίχηλόν ἐστιν· ἀλλὰ μὴν ὁ ἵππος οὐ δίχηλός τοιοῦτος ὤν· οὐκ ἄρα πᾶν δίχηλόν. ἐνταῦθα τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον δίχηλόν ἐστι λόγῳ εἴληπται· λόγος γὰρ τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον’, οὐκ ὄνομα. εἰ δὲ εἶπε ‘πᾶν ἄρα τετράπουν’, ὀνόματι τὸ καθόλου ἔλαβε· τὸ γὰρ τετράπουν ὄνομα. ἐπὶ τούτου δὲ ῥητέον ὅτι τὸ ‘πᾶν ἄρα τοιοῦτον’ οὐκ ἐπὶ τοῦ τετράποδος δέδωκεν ἀλλ’ ἐπὶ τοῦ κερασφόρου· πᾶν γὰρ κερασφόρον διχηλόν. δὲ [διὰ] τούτων δεῖ τρέπεσθαι ἐπὶ τὸ ἐλέγχειν αὐτόν, ὅτι οὐ οὐδὲ συλλελόγισται, κατὰ τὸν εἰρημένον διορισμόν, λέγων διορισμὸν τὴν ὁμωνυμίαν, τὴν ἀμφιβολίαν, τὴν διαίρεσιν, τὴν σύνθεσιν καὶ τοὺς λοιποὺς ποὺς τρόπους παρ’ ὅσους ὁ φαινόμενος ἔλεγχος γίνεται. δείξομεν οὖν αὐτὸν μὴ ἀποδεικνύντα μηδὲ συλλογιζόμενον ἢ ἐλέγχοντα ἐμφανίζοντες τὸν τρόπον τοῦ παραλογισμοῦ.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
