# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 33.1-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 169a33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/33.1-2

Μάλιστα δὲ ἐπίσταται συνεπινεύειν. Περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντος παραλογισμοῦ τὸν λόγον ποιησάμενος καὶ εἰπὼν ὅτι ἐπὶ τῶν δι’ αὐτοῦ γινομένων παραλογισμῶν τὸ αἴτιόν ἐστι τῆς ἀπάτης τὸ δυσκολαίνειν ἡμᾶς περὶ τὴν διαίρεσιν τῶν ποῖα μὲν ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται, ἔτι περὶ τοῦ αὐτοῦ τούτου διέξεισι. καὶ φησὶν ὅτι μάλιστα δὲ συμβαίνει ἡμάς ἀπατᾶσθαι διὰ τὸ οἴεσθαι διὰ τὴν ὁμοιοσχημοσύνην ταὐτὸν εἶναι τόν τε καθόλου ἄνθρωπον καὶ τὸν μερικὸν τὸν Σωκράτην· ἐπεὶ γὰρ κἀκεῖνος ὁ καθόλου ἄνθρωπος λέγεται καὶ οὗτος ὁ μερικὸς ἄνθρωπος, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον. μάλιστα δέ, φησί, δύναται συμπείθειν. ἢ οὕτως· μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν καὶ ὁμολογεῖν τὰς τῶν σοφιστῶν προτάσεις, ὃ πάλιν ταὐτόν ἐστι τῷ μάλιστα δὲ ἀπατᾶσθαι συμβαίνει ἡμᾶς διὰ τὸ νομίζειν ὅτι πᾶν τὸ κατηγορούμενόν τινος τόδε τί ἐστι καὶ ἓν καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. γίνεται δὲ τοῦτο διὰ τὸ ἐν ὁμοίῳ σχήματι τῷ ἄνθρωπος τῷ ἑνικῷ ἀμφότερα, τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, σημαίνεσθαι. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· ὡς γὰρ ἐν ταῖς Κατηγορίαις εἴρηται, τῷ μὲν ἑνὶ καὶ τῇ πρώτῃ οὐσίᾳ τὸ τόδε τι ἁρμόττει· “ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὅσον τῷ σχήματι τῆς προσηγορίας ὅτι τόδε τι σημαίνει, ὅταν εἴπῃ ἄνθρωπον”. πόθεν οὖν γίνεται ἡ ἀπάτη; ἢ ὡς καὶ ἄνωθεν εἴρηται, διὰ τὸ ἀνώμαλον τῆς συνηθείας, ἥτις καὶ τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθε πολλάκις σημαίνειν· καὶ γὰρ ὅταν εἴπῃ τις ἄνθρωπον, πιθανὴν φαντασίαν ἐμποιεῖ, ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, ἐπειδὴ εἴδει ἐστὶν εἷς. τὸ δὲ τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι ἓν καὶ οὐσίαν τὰς ἀτόμους λέγει οὐσίας, οἷον Σωκράτην, Πλάτωνα καὶ τὰς τοιαύτας. ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ὁμοίῳ σχήματι τῆς προσηγορίας σημαίνεσθαι τῷ ἑνικῷ (καὶ καὶ ὁ Σωκράτης ἄνθρωπος, καὶ ὁ ἄνθρωπος ὁμοίως ἄνθρωπος, ἀλλ’ οὐκ ἄνθρωποι πληθυντικῶς), ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ἐν ὁμοίῳ σχήματι σημαίνεσθαι φαντασίαν ἐμποιεῖ ὅτι ὁ καθόλου ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει γίνεσθαι τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων παραλογισμῶν. οἶμαι δὲ μὴ ἐπὶ πάντων ἁπλῶς τῶν παρὰ τὴν ὁμοιότητα ἰῆς λέξεως εἰπεῖν τοῦτο, ἀλλ’ ἐπ’ ἐκείνων μόνων ἐφ’ ὧν διὰ τὴν ὁμοιότητα τὰς καθόλου οὐσίας τὰς αὐτὰς εἶναι τῷ ἀριθμῷ ταῖς μερικαῖς συνάγειν πειρῶνται. διὰ τοῦτο γὰρ εἶπε διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος, ὡς εἰ ἔλεγεν ἰού μόνον τοὺς ἤδη ῥηθέντας ἀλλὰ καὶ τοὺς τὰ καθόλου τοῖς μερικοῖς τὰ αὐτὰ συνάγοντας διὰ τὴν τῆς λέξεως ὁμοιότητα ταῖς παρὰ τὴν λέξιν ἀπάταις συντακτέον᾿. εἰπὼν δὲ ὅτι καὶ τοῦτον τὸν τρόπον ἐν τοῖς παρὰ τὴν λέξιν θετέον, αἰτίας τούτου δύο ἐπήγαγε, μίαν μὲν λέγων ὅτι μᾶλλον ἡ ἀπάτη γίνεται | μετ’ ἄλλων σκοπουμένοις· ἐκεῖνοι γὰρ πρὸς τοὺς λόγους καὶ τὰ ὀνόματα καὶ οὐχὶ πρὸς τὰ πράγματα τὰς ἐρωτήσεις ποιοῦνται. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ὅταν μὲν καθ’ ἑαυτοὺς σκεπτώμεθα περί τινος πράγματος, οὐχὶ πρὸς τὰ ὀνόματα καὶ τοὺς λόγους τὴν σκέψιν ποιούμεθα ἀλλὰ πρὸς τὸ πρᾶγμα, καὶ διὰ τοῦτο ἧττον συμβαίνει ἡμᾶς ἀπατᾶσθαι· ὅταν δὲ μετ’ ἄλλων περί τινος σκεπτώμεθα, πρὸς τοὔνομα καὶ τοὺς λόγους τὰς σκέψεις ποιούμεθα, ἐν οἷς καὶ αἱ ἀπάται, ἐπ’ ἄλλου μὲν τῶν ὑπὸ τοὐ ὀνόματος ἢ τοῦ λόγου δηλουμένων τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν διδόντος, ἐπ’ ἄλλου δὲ τοῦ συλλογιζομένου λαμβάνοντος. διὰ μίαν μὲν οὖν ταύτην αἰτίαν καλῶς ἔχει ἐν τοῖς παρὰ τὴν λέξιν παραλογισμοῖς καὶ τοῦτον τάττειν. δι’ ἑτέραν δέ, ὅτι ἡ ἀπάτη τοῦ τὸν καθόλου ἄνθρωπον τῷ Σωκράτει ταὐτὸν συνάγεσθαι ἐκ τῆς ὁμοιότητος γίνεται, ἡ δ’ ὁμοιότης παρὰ τὴν λέξιν, ὥστ’ εἰκότως [γὰρ] τοῖς παρὰ τὴν λέξιν καὶ κατὰ τοῦτο ὑπαχθήσεται. εἰπὼν δὲ ὅταν καθ’ ἑαυτοὺς σκεπτώμεθα, ἧττον συμβαίνει ἀπατᾶσθαι, διότι οὐ διὰ λόγων καὶ ὀνομάτων ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων τὴν σκέψιν ποιούμεθα, ἐπήνεγκεν ὅτι καὶ καθ’ ἑαυτοὺς ποιουμένους τὴν σκέψιν οὐδὲν κωλύει ἀπατηθῆναι, ὅταν μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου τὴν σκέψιν ποιώμεθα.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
