# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 33.1-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 174a33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/33.1-3

Ὅται τε ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ ἕκαστον, ἐπάγοντα. Καὶ ὅταν, φησίν, ὁ ἐρωτῶν ἐπαγωγὴν ποιούμενος τῶν καθ’ ἕκαστα ἔχῃ καὶ τὸν ἀποκρινόμενον διδόντα τὸ μερικόν, ὁπηνίκα μέλλει ἐρωτῆσαι τὸ καθόλου, οὐ δεῖ κατ’ ἐρώτησιν τοῦτο προάγειν ἀλλὰ ἀποφαντικῶς καὶ ὡς δοθὲν παρ’ αὐτῶν τῶν ἀποκρινομένων. καὶ γὰρ ἐνίοτε καὶ αὐτὸ τὸ καθόλου δεδώκασι καὶ ἀπὸ μόνης τῆς ἐπαγωγῆς καὶ τοὐ καθόλου μὴ μνημονευθέντος, καὶ τοῖς ἀκροαταῖς φαίνονται δεδωκέναι, ὅτι μηδὲ μάτην καὶ χωρίς τινος λόγου ἡ ἐπαγωγὴ ἐγίνετο. οἷον εἰ προκείμενόν ἐστι τὸ πάντα ἄνθρωπον καθ’ ὑπόθεσιν λογικὸν εἶναι, λεκτέον οὕτως· ὁ Σωκρά- τῆς οὐκ ἔστι λογικὸς ἄνθρωπος ὤν; ὁ Πλάτων’ καὶ ὁ Ἀλκιβιάδης; ναί φησιν ὁ ἀποκρινόμενος· εἶτα ὡς ὡμολογημένον ἐπακτέον χωρὶς ἐρωτήσεως ὅτι πᾶς ἄρα ἄνθρωπος λογικός ἐστιν· οὐ γὰρ ἀν’ πρὸς τοῦτο δυσανασχετήσῃ ὁ ἀποκρινόμενος δεδωκὼς τὰ καθ’ ἕκαστα. ἐπεὶ δὲ ἐπί τινων ἐπαγωγὴν ποιουμένους οὐκ ἔστιν εὐχερὲς ἐρωτῆσαι καὶ τὸ καθόλου διὰ τὸ μὴ εἶναι ὠνομασμένον, λέγει πῶς καὶ τότε ὀφείλομεν ἐπάγειν τὸ καθόλου, καὶ φησίν· ἐν οἷς μή ἐστιν ἓν ὄνομα τὴν ὁμοιότητα περιέχον αὐτῶν, ὡς ἐπὶ τῶν ἀμφοδόντων ζῴων (τούτοις γὰρ οὐκ ἔστιν ἓν ὄνομα), χρηστέον πρὸς τὸ συμφέρον οὕτω λέγοντας· ἐπεὶ ἡ αἲξ κερασφόρος οὖσα οὐκ ἀμφόδουν ἐστὶ καὶ ἡ ἔλαφος καὶ ὁ βοῦς, καὶ πᾶν ἄρα τοιοῦτον· διὰ γὰρ τὴν ὁμοιότητα λανθάνει πολλάκις ὁ τοιαύτην ποιούμενος τὴν ἐπιφοράν. ἔφησε δέ τις καὶ οὕτως τὸ ῥητὸν ἑρμηνεύεσθαι καὶ μάλιστα τῆς τοῦ Ἀριστοτέλους δεινότητος καθαπτόμενος. ἐπὶ τινῶν μὲν ἐπαγαγεῖν δυνατὸν καὶ δηλῶσαι τὸ καθόλου δι’ ὀνόματος, ἐπὶ δὲ τινῶν οὐκ ἔστι δυνατὸν ὀνόματι δηλῶσαι τὸ καθόλου ἀλλὰ λόγῳ. τὸ γοῦν τοιοῦτον, φησί, καθόλου τὸ μὴ δι’ ὀνόματος ἀλλὰ διὰ λόγου ἐπαγόμενον ἐνίοτε πῖπτον ὑπὸ ἔνστασιν, ὡς χρησιμεύει σοι τῷ ἐρωτῶντι, ἔπαγε. εἰ μὲν γὰρ αὐτὸς ἐπάγεις, λέγε τοῦτο ὡς ἀληθὲς καὶ οὕτως ἔχον· εἰ δὲ ἕτερος λέγει τοῦτο, ἔπαγε αὐτὸς τὴν κειμένην πρὸς τοῦτο ἔνστασιν. ἀλλὰ σαφηνισθήτω καὶ διὰ παραδειγμάτων τὸ λεγόμενον. δι’ ὀνόματος μὲν ἐπάγεται καὶ δηλοῦται τὸ καθόλου ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης δίπουν πλατυώνυχον ὢν γελαστικόν ἐστιν· ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα· πᾶς ἄρα ἄνθρωπος δίπους πλατυώνυχος ὢν γελαστικός ἐστιν· ἰδοὺ δι’ ὀνόματος τοῦ ἀνθρώπου ἐπῆκταί μοι τὸ καθόλου. ἐπὶ δὲ τοῦδε οὐκ ἔστι δυνατὸν ὀνόματι δηλῶσαι· τὸ πρόβατον πεζὸν τετράπουν ὂν οὐκ ἀμφόδουν ἐστίν· ὁμοίως καὶ ἡ ἔλαφος καὶ ἡ αἴξ· πᾶν ἄρα κερασφόρον οὐκ ἀμφόδουν· τὸ γὰρ κερασφόρον οὐκ ὄνομα ἀλλὰ λόγος. ἐνταῦθα οὖν ἐξ ὁμοιότητος εἴληπται τὸ καθόλου· ἐπειδὴ γὰρ τόδε καὶ τόδε ὅμοιά εἰσι κερασφόρα ὄντα, λοιπὸν συνῆκται καὶ πᾶν κερασφόρον. ἔστιν οὖν πρὸς τοῦτο ἔνστασιν ἐπαγαγεῖν τὸν ἄγριον ὄνον, ὃς ἐν Ἰνδίᾳ λέγεται γίνεσθαι καὶ κερασφόρος εἶναι καὶ ἀμφόδους. χρηστέον οὖν τούτῳ πρὸς τὸ συμφέρον· εἰ μὲν γὰρ αὐτὸς ποιῇ τὴν ἐπαγωγήν, λέγε ὡς ἀληθὲς καὶ συμφέρον· εἰ δὲ ἕτερος, ἔπαγε τὸν ἄγριον τοῦτον ὄνον κερασφόρον ὄντα καὶ ἀμφόδοντα. τὸ δὲ λανθάνει γὰρ ἡ ὁμοιότης πολλάκις τοιοῦτόν ἐστιν· | ὁ λόγος καὶ ἡ ὁμοιότης ἡ λέγουσα ‘πᾶν κερασφόρον οὐκ f. 36v ἀμφόδουν’ λανθάνει καθόλου εἶναι μὴ οὖσα τοιαύτη· οὐ γὰρ πᾶν κερασφόρον οὐκ ἀμφόδουν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
