Ancient Greek
Page 177a33
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 33.1-4
Not analysed yet
Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον. Εἰπὼν πῶς δεῖ ἀποκρίνεσθαι ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν βολίαν ἐλέγχοις καὶ διδάξας ἀρκούντως περὶ αὐτῶν. νῦν καὶ περὶ τῶν παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν τὸν λόγον ποιεῖται καὶ πῶς λυτέον αὐτοὺς σαφηνίζει. ἄν γὰρ ὁ λόγος, φησίν, ὁ αὐτὸς ἕτερόν τι σημαίνει διαιρούμενος καὶ ἕτερον συντιθέμενος, συμπεραινομένου τοῦ συλλογιζομένου αὐτὸς ἀεὶ τὸ ἐναντίον λέγε. παρὰ δὲ τὴν σύνθεσιν αὐτοὺς ἢ τὴν διαίρεσιν εἶπε, διότι τὸ αὐτὸ ἀπὸ τοῦδε διαιρούμενον συντίθεται τῷδε καὶ συντιθέμενον τῷδε διαιρεῖται ἀπὸ τοῦδε. οἷον ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει· τὸ οὖν βαδίζειν διαιρεθὲν ἀπὸ τοῦ ‘δύναται’ συνετέθη τῷ Σωκράτει, καὶ γέγονεν ὁ παραλογισμὸς ὁ λέγων ‘ὁ Σωκράτης ἄρα βαδίζει’ ἐπεὶ οὖν τοῦ αὐτοῦ, οἷον τοὐ βαδίζειν, ἅμα καὶ διαίρεσις καὶ σύνθεσις γίνεται, ἀλλὰ ἀπ’ ἄλλου μὲν διαίρεσις, οἷον ἀπὸ τοῦ ‘δύναται’, ἄλλῳ δὲ σύνθεσις, οἷον τῷ Σωκράτει, διὰ τοῦτο εἶπεν εἰσὶ δὲ παρὰ σύνθεσιν ἢ διαίρεσιν· οὐδὲν γὰρ διαφέρει οὕτως ἢ οὕτως λεγόμενον. διὸ καὶ ὁ Γαληνὸς τοὺς παρὰ σύνθεσιν καὶ διαίρεσιν ὡς ἕνα τρόπον ἔλαβεν εἰπὼν “παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὕτη ποιῇ τοῦ σημαινομένου τὴν διαφοράν”. ὅτι δὲ καὶ τὸ παρὸν σόφισμα τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο;’ παρὰ τὴν σύνθεσίν ἐστι, δῆλον ἔσται, εἴπερ τὸ ὅλον ἐκθήσομεν σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ὧ εἶδες τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο; ναί· εἶδες δὲ αὐτὸν τῷ ὀφθαλμῷ τυπτόμενον· τῷ ἄρα ὀφθαλμῷ ἐτύπτετο καὶ οὐ μάστιγι, ὅπερ ψεῦδος· τὸ γὰρ ἀληθὲς ἦν ‘τῷ ὀφθαλμῷ ἄρα εἶδες τοῦτον τυπτόμενον’. γέγονε δὲ ὁ παραλογισμὸς ἐκ τοῦ διελεῖν τὸ τοῦτον τυπτόμενον ἀπὸ τοῦ εἶδες, προσθεῖναι δὲ τῷ ὀφθαλμῷ· οὐ γὰρ ‘τῷ ὀφθαλμῷ οὗτος ἐτύπτετο’ ἔδει εἰπεῖν, ἀλλὰ ‘τῷ ὀφθαλμῷ οὗτος ὡρᾶτο τυπτόμενος’ ἢ ‘τῷ ὀφθαλμῷ εἶδες τοῦτον τυπτόμενον’. καὶ ἐπεὶ τὸ ἀπὸ τῆς διαιρέσεως, ὅπερ αὐτὸς διὰ τοῦ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν ἐδήλωσεν, ἐπεὶ οὖν τὸ ἀπὸ τῆς διαιρέσεως οὐ διττόν, τὸ δὲ ἀπὸ τῆς συνθέσεως διττόν, παρὰ τὴν σύνθεσίν ἐστι τὸ σόφισμα. διαιρεθὲν ρεθὲν γὰρ τὸ ‘ἐτύπτετο’ ἢ τὸ ‘τυπτόμενον’ ἀπὸ τοῦ ὀφθαλμοῦ, μετὰ τοῦ ‘εἶδες’ ἢ τοῦ ‘ὡρᾶτο’ συντεθέν, εἶτα τὸ συναμφότερον, τὸ ‘εἶδες τυπτόμενον’ συντεθὲν τῷ ὀφθαλμῷ ἀληθὲς συλλογίζεται ὁ λέγων ‘τῷ ὀφθαλμῷ εἶδες τοῦτον τυπτόμενον.’ |ὥστε δῆλον ὅτι τὸ παρὰ τὴν σύνθεσιν f. 45v τρόπον τινὰ παρὰ τὴν διαίρεσίν ἐστι καὶ τὸ παρὰ τὴν διαίρεσιν παρὰ τὴν σύνθεσιν. λέγει δὲ τὸ σόφισμα ἔχειν τι τῶν ἀπὸ τῆς ἀμφιβολίας· τὸ γὰρ τούτῳ ἐτύπτετο οὗτος διττόν· δύναται γάρ τις τὸ τούτῳ καὶ ἐπὶ τῆς μάστιγος, δύναται καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ νοεῖν. πλὴν παρὰ τὴν σύνθεσίν ἐστι· διαιρεθεὶς γὰρ ὁ λόγος οὐκ ἔστι διττός· τὸ γὰρ ἐπαχθὲν τὸ ‘εἶδες δὲ σὺ τοῦτον τυπτόμενον’ καὶ συντεθὲν πεποίηκε διττὸν εἶναι καὶ τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’ · ἐπεὶ εἰ καθ’ αὑτὸ ἐλέχθη, οὐκ ἄν ἦν διττόν. καὶ ὅτι ἡ σύνθεσις ἡ τοῦ ὑστέρου μετὰ τοῦ προτέρου πεποίηκε τὸ διττόν, σαφηνίζων ἐπήγαγεν εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος, δυνάμει λέγων ὅτι ὥσπερ οὐδὲ τὸ ὄρος καὶ ὅρος σημαίνει ἕτερον τῇ αὐτῇ προσῳδίᾳ λεχθέν (τοῦτο γάρ ἐστι τὸ πλῆρες τῆς λέξεως), ὅταν δὲ καὶ αὐτὰ καὶ αἱ διάφοροι προσῳδίαι συντεθῶσι, τότε γίνεται διττὸς ὁ λόγος, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου· τῇ γὰρ συνθέσει γέγονε καὶ οὗτος διττός. ἐὰν γάρ τις γράψειεν ἢ εἴπῃ ‘ἆρά γε τὸ ὄρος ὅρος ἐστί;’ ,διττὸν τὸ ἐρώτημα· δύναται γάρ τις καὶ οὕτως ἀκούειν ‘ἆρά γε τὰ ὄρη ὁρισμοὶ καὶ λόγοι εἰσί;’ · δύναται καὶ οὕτως ‘ἆρά γε τὰ ὄρη πέτραι μετὰ δένδρων καί τινων τοιούτων εἰσίν;’ . ἀλλ’ ἐὰν ἐρωτηθῇ ἢ γραφῇ χωρὶς τῆς ψιλῆς καὶ δασείας τῶν προσῳδιῶν, διττὸς γίνεται· τὰ γὰρ ἄνευ προσῳδιῶν ἐπὶ τοῖς τοιούτοις γραφόμενα τὰ αὐτά ἐστι τοῖς ἐρωτωμένοις· τῶν δὲ προσῳδιῶν γραφεισῶν οὐκέτι διττὸς ὁ λόγος γίνεται. τὸ δὲ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὐχ ὡς κατασκευαστικόν, οἶμαι, ἐπῆκται τοῦ μὴ εἶναι τὸ παρὸν σόφισμα παρὰ τὴν ἀμφιβολίαν· ὁ γὰρ κυριώτατος τρόπος ὁ ἐκ τῆς ἀμφιβολίας μᾶλλον ἦν ἐν ᾧ τῶν ὀνομάτων οὐδέν ἐστι διττόν, ἀλλ’ ἐν αὐτῷ τῷ λόγῳ, ὡς ἐπὶ τοῦ γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· ἐνταῦθα γὰρ τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, ὁ δὲ λόγος. οὐ δὴ οὖν ὡς κατασκευαστικὸν ἐπῆκται· δοκεῖ γὰρ λέγειν ὅτι, εἰ διαιρεθέντος τοῦ λόγου ἦσαν τὰ μέρη αὐτοῦ διττά, τότε ἦν ἄν τῶν ἀμφιβόλων, ὡς τῶν ἀμφιβόλων πάντων ἐχόντων τὰ μέρη διττά, ὅπερ ψεῦδος. τεσσάρων γὰρ ὄντων τρόπων, ὡς καὶ πρὸ ὀλίγου εἰρήκειμεν, ἐξ ὧν τὰ δύο εἴδη συνίστανται, τό τε ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας, πρώτου μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὅς ἐστι κοινὸς ἀμφοῖν ἐπίσης, δευτέρου δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν, ὅστις καὶ οὗτος κοινός ἐστι, τρίτου ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δέ ἐστιν ἁπλοῦν, ὅς ἐστιν ἴδιος τοῦ κατὰ ἀμφιβολίαν μόνου, τετάρτου δὲ τοῦ ἀντιστρόφως τούτῳ ἔχοντος, ἡνίκα τὸ μὲν συντεθὲν ἓν σημαίνῃ, κεχωρισμένον δὲ πολλαχῶς λέγεται, ὃς ὡς ἐπίπαν τὸν πρῶτον τρόπον ποιεῖ, ἐπ’ ἔλαττον δὲ καὶ τὸν δεύτερον, τεσσάρων οὖν ὄντων τρόπων καὶ κυριωτάτου ὄντος <τοῦ> παρὰ τὴν ἀμφιβολίαν, ὅταν τῶν ὀνομάτων ἔχῃ τὸ διττόν, οὐκ οἶμαι τὸ οὐδὲ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὕτως ἐπενεχθῆναι ὡς λέγον ὅτι, ἄν διαιρεθὲν εἶχε τὸ διττόν, ἦν ἂν παρὰ τὴν ἀμφιβολίαν, ἐπεὶ δὲ οὐκ ἔστι διττόν, οὐκ ἔστι παρὰ τὴν ἀμφιβολίαν, ἀλλ’ ἔστιν ὃ λέγει ‘ἐπειδὴ συντεθεὶς ἔχει τὸ διττόν, διαιρεθεὶς δὲ οὐκ ἔχει, παρὰ τὴν σύνθεσίν ἐστι σόφισμα’. ὁμοίως καὶ τὸ ‘ἆρα οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν;’ παρὰ τὴν σύνθεσίν ἐστιν· ἄλλο γὰρ δηλοῖ διαιρουμένων τῶν τριήρων ἀπὸ τοὐ Πειραιέως καὶ ἄλλο συντιθεμένων· διαιρουμένων μὲν γὰρ δηλοῖ ὅτι ἐν Πειραιεῖ ὢν νῦν οἶδας τριήρεις ἐν Σικελίᾳ οὔσας, συντιθεμένων δὲ τῷ Πειραιεῖ ὅτι οἶδας ἐν Πειραιεῖ τριήρεις οὔσας σὺ ὢν ἐν Σικελίᾳ νῦν. ἐν δὲ τῷ ἀλλ’ ἐν’ μὲν τοῖς γεγραμμένοις τὸ αὐτὸ ὄνομα λείποι ἄν τὸ ‘οὐκ ἔστι διττόν’. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ἐν τοῖς γεγραμμένοις οὐκ ἔστι διττὸν τὸ αὐτὸ ὄνομα ἢ τὰ αὐτὰ ὀνόματα, ὅταν ἐκ τῶν αὐτῶν ᾖ γεγραμμένα στοιχείων καὶ ὡσαύτως, τουτέστι διὰ τῶν αὐτῶν τόνων καὶ πνευμάτων, ἵν’ ἢ ἀμφό|τερα δασύνηται ἢ ἀμφότερα ψιλῶνται, καὶ ἢ ἀμφότερα διὰ διχρόνων ἢ ἀμφότερα διὰ μακρῶν· τὸ γὰρ ἦχος καὶ ἦχος οὐ διττόν· ὅταν δὲ μὴ διὰ τῶν αὐτῶν ᾖ γεγραμμένα ἀλλὰ δι’ ἄλλων καὶ ἄλλων, διττόν, ὥσπερ ἐπὶ τοῦ κλῆμα καὶ κλίμα· τὸ μὲν γὰρ διὰ τοῦ ἡ σημαίνει τὴν ἄμπελον, τὸ δὲ διὰ τοῦ ῑ τὸ τμῆμα τῆς γῆς, οἷον εἰ τύχοι τὸ διὰ Ῥόδου κλίμα ἢ τὸ διὰ Βορυσθένους. παράσημα γὰρ τὰ στοιχεῖα, ἴσως δὲ καὶ τοὺς τόνους, μᾶλλον δὲ ἀμφότερα εἴρηκεν· ἐπειδὴ γὰρ τὰ φθεγγόμενα καὶ δηλούμενα διὰ τῶν τοιούτων ὀνομάτων, λέγω δὴ τοῦ κλήματος καὶ κλίματος, οὐ τὰ αὐτά ἐστι, παρεσημειώσαντο πρὸς δήλωσιν τῶν δηλουμένων τὸ μὲν γράφεσθαι διὰ τοῦ διχρόνου, τὸ δὲ διὰ τοῦ φύσει μακροῦ. ἐν δὲ τῇ λέξει τῇ τὰ δὲ φθεγγόμενα οὐ τὰ αὐτά ἦν ἀν’ σαφέστερον, εἰ ἀντὶ τοῦ ‘δέ’ ἦν ὁ ‘γάρ’ σύνδεσμος γεγραμμένος· ὡς αἰτίαν γὰρ τοῦ διὰ τί τὰ παράσημα ποιοῦνται τὸ τὰ φθεγγόμενα οὐ τὰ αὐτά ἐπήγαγε. τὸ δὲ ὥστε οὐ διττὸν τὸ παρὰ τὴν διαίρεσιν ἴσον ἐστὶ τῷ ‘ὥστε οὐ διττὸν οὐδὲ παρὰ τὴν ἀμφιβολίαν ῥηθείη ἄν τὸ σόφισμα, ἐπειδὴ διῃρημένα ἀπ’ ἀλλήλων οὐκ ἔχουσι τὸ διττὸν καὶ τὸ ἀμφίβολον’. ἔστιν οὖν τὸ παρ’ ἁ τὴν διαίρεσιν ταὐτὸν τῷ ‘ἀπὸ τῆς διαιρέσεως’· τοῦ γὰρ συνθέτου τὸ μέρος διαιρεθὲν οὐ διττόν. διὰ δὲ τοῦ οὐ γὰρ ταὐτὸ ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον τὴν λύσιν λέγει τοῦ σοφίσματος τοῦ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο;’ . ὃ δὲ λέγει ἐστίν· οὐ ταὐτόν ἐστιν εἰπεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον ἰδεῖν τῷ ἰδεῖν τυπτόμενον ὥσπερ μάστιξι τοῖς ὀφθαλμοῖς. εἶδον μὲν γὰρ τυπτόμενον τοῖς ὀφθαλμοῖς· οὐ γὰρ τοῖς ὠσὶν ἢ τῇ ῥινὶ βλέπομεν ἀλλὰ τοῖς ὀφθαλμοῖς· τύπτομεν δὲ ἢ τυπτόμεθα οὐ τοῖς ὀφθαλμοῖς ἀλλὰ τῇ ῥάβδῳ· οὐ γάρ ἐστιν ὁ ὀφθαλμὸς ῥάβδος, ἵνα τις τῷ ὀφθαλμῷ τύπτηται.