# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 33.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 166a33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/33.1

Παρὰ δὲ τὴν διαίρεσιν ὅτι τὰ πέντε ἐστὶ δύο καὶ τρία καὶ περισσὰ καὶ ἄρτια. Καὶ τὸν τέταρτον τρόπον τῶν παρὰ τὴν λέξιν φαινομένων ἐλέγχων ἔστι δὲ οὗτος ὁ παρὰ τὴν διαίρεσιν) ἐκτιθεὶς οὐ διὰ σοφισμάτων ἡμῖν αὐτὸν οἷός ἐστι παρίστησιν, ἀλλὰ καὶ διὰ παραδειγμάτων τινῶν, ἃ οὐκ εἰσὶ σοφίσματα παραλογιστικὰ ἀλλ’ ἁπλῶς οὕτως ἐν πεζῷ λόγῳ κείμενα. τίνα δέ εἰσι ταῦτα, παρακατιόντες ἐροῦμεν. παρὰ δὲ τὴν διαίρεσιν οὗτος ὀνομάζεται, διό τι ἅτινα τῷ λεγομένῳ πρόσεισι δυνάμει, ταῦτα διαιρῶν ὁ σοφιστὴς καὶ ἰδίᾳ τιθεὶς συνάγει ἐνεργείᾳ ταῦτα προσεῖναι τῷ περὶ οὗ συλλογίζεται· τοῦτο δ’ ἄν οὐ συνήχθη, εἰ μὴ ἡ διαίρεσις γέγονεν. οἷον τί φημι; τὸν πέντε ἀριθμὸν δυνάμει ἔχοντα ἐν ἑαυτῷ τὸ περιττὸν καὶ τὸ ἄρτιον ὁ σοφιστὴς διαιρῶν μὴ ἄρτιον ὄντα καὶ ἄρτιον ἀποδείκνυσι καὶ μὴ ἄρτιον, οὑτωσὶ ἐν πρώτῳ σχήματι τὴν ἀγωγὴν ποιούμενος τοῦ σοφίσματος· οὐχὶ ὁ πέντε εἰς δύο καὶ τρία διαιρεῖται; ναί· τί δέ, ὁ τρία καὶ ὁ δύο οὐ περιττὸς καὶ ἄρτιος; ὁ πέντε ἄρα περιττὸς καὶ ἄρτιός ἐστι. παρὰ τὴν διαίρεσιν τὸ σόφισμα· τὰ γὰρ μόρια ἐν τῷ ὅλῳ δυνάμει εἰσίν· ἐν γὰρ τῷ πέντε ὁ τρία καὶ ὁ δύο δυνάμει εἰσί. τὸ δὲ δυνάμει τι ὂν οὐκ ἔστιν ἐκεῖνο ὃ δύναται γενέσθαι· οἷον τὸ δένδρον τὸ ἑστηκὸς δυνάμει πλοῖον ὂν οὐκ ἔστι πλοῖον· ἀλλὰ καὶ ὁ ἀσχημάτιστος χαλκὸς δυνάμει ὢν ἀνδριὰς οὐκ ἔστιν ἀνδριάς. τὸν μὲν οὖν τὰ πέντε συνάγοντα παραλογισμὸν καὶ ἄρτια εἶναι καὶ περισσὰ πάνυ σαφῶς ὁ Ἀριστοτέλης ἐξέθετο. τὸν δὲ τὰ μείζονα ἴσα τοῖς ἐλάττοσι συνάγοντα πάνυ βραχέως καὶ διὰ τοῦτο ἀσαφῶς ἀπαγγέλλειν δοκεῖ. δεῖ δὲ προσυπακούειν ἐν τῷ καὶ τὸ μεῖζον ἴσον τὸ ‘τῷ ἐλάττονι᾿, ἵνα ᾖ τὸ πλῆρες τῆς λέξεως τοιοῦτον. ἡ δ’ ἀγωγὴ τοῦ σοφίσματος οὕτως ἠρωτᾶτο· οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται; ναί· τί δέ, οὐχὶ εἰς τρία καὶ πέντε; ναί· ὁ ὀκτὼ ἄρα εἰς ἓξ καὶ δύο καὶ τρία καὶ πέντε διαιρεῖται· τὰ δὲ ἓξ καὶ δύο καὶ πέντε καὶ τρία ἵζ’ ἐστίν· ὁ ὀκτὼ ἄρα εἰς ἲς διαιρεῖται· ἴσος ἄρα ὁ ἵζ’ τῷ ὀκτώ, ὁ μείζων τῷ ἐλάττονι. παρὰ δὲ τὴν διαίρεσιν καὶ τοῦτο τὸ σόφισμα· δυνάμει γὰρ ἐν τῷ ὀκτὼ ταῦτα. τὸ δὲ τοσοῦτον γὰρ τὸ μεῖζον καὶ ἔτι πρός οὕτως ἐπῆκται, ὡσεὶ ἔλεγεν ὁ ἵζ’, τουτέστι τὸ μεῖζον, τοσοῦτός ἐστιν ὅσος ὁ ὀκτὼ καὶ ἔτι πρός. αἰνιξάμενος δὲ τὸν παρὰ τὴν διαίρεσιν παραλογισμὸν δι’ ὧν ἐπήνεγκε σοφισμάτων, ἐπάγει καὶ παραδείγματα δεικνύντα τὸν αὐτὸν λόγον διῃρημένον καὶ συγκείμενον μὴ ταὐτὸν σημαίνειν· τὸ γὰρ ἐγώ σε ἔθηκα δοῦλον αὐτὸ λεγόμενον καθ’ αὑτὸ καὶ αὖ πάλιν τὸ ἐγώ σε ἔθηκα ἐλεύθερον οὐ ταὐτὸν σημαίνουσι, καὶ ὅταν ἀμφότερα συντεθέντα λόγον ἀπαρτίσωσι τὸν λέγοντα ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον. ὅμοιον τούτῳ καὶ τὸ ἐφεξῆς τούτου κείμενον· οὐ γὰρ ὡς σόφισμα τέθειται, ἀλλὰ καὶ αὐτὸ ὥσπερ παράδειγμα εἴληπται τοῦ μὴ ταὐτὸν σημαίνειν τὸν λόγον τοῖς μέρεσιν. ἔστι δὲ τοῦτο τὸ πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς· ἄλλο γὰρ δηλοῖ διαιρουμένων τῶν ἀνδρῶν ἀπὸ τῶν πεντήκοντα καὶ | ἄλλο συντιθεμένων εἰ μὲν γὰρ ὑποστίζομεν εἰς τὸ πεντήκοντα λέγοντες ὅτι πεντήκοντα ἑκατὸν ἀνδρῶν, σημαίνει ὅτι ὁ δῖος Ἀχιλλεὺς ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν κατέλιπε πεντήκοντα· εἰ δὲ εἰς τὸ ἑκατόν, ἕτερον πάλιν δηλοῦται, ὅτι ἀπὸ τῶν πεντήκοντα ἀνδρῶν κατέλιπεν ἑκατόν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
