# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 34-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 171a34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/34-2

Έ̀πεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς τί κωλύει τοῦτο ποιεῖν; Εἰπὼν ὅτι ἐνίοτε τὸ ἐρωτώμενον καίτοι πολλαχῶς λεγόμενον οὐ δοκεῖ πολλαχῶς λέγεσθαι (ὃ δὲ μὴ οἴεται πολλαχῶς λεγόμενον, πῶς ἄν διέλοι ὁ ἐρωτῶν;), νῦν ὡς ἀπ’ ἐκείνων ἐπάγει τὸ λεγόμενον τὸ ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι πῶς φῄς, Ἀρι- στότελες, ὅτι δεῖ τὸ ἐρωτώμενον ὁμώνυμον εἶναι , ἵνα ἡ κατὰ διαίρεσιν προβαίη ἐρώτησις; δυνατὸν γὰρ καὶ ἐν τοῖς μὴ διπλοῖς, τουτέ- ’στι μὴ ὁμωνύμοις, τοῦτο ποιεῖν, ἤγουν τὸ κατὰ διαίρεσιν ἐρωτᾶν. εἶτα καὶ πῶς ἐνδέχεται τὰ μὴ πολλαχῶς ἀλλὰ μοναχῶς λεγόμενα διαι- ροῦντας ἐρωτᾶν, διδάσκων ἐπάγει ἆρά γε αἱ ἐν τοῖς τέσσαρσι μονά- δες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν, ἤτοι ἆρα αἱ τέσσαρες μονάδες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσι; λέγω δὲ οὐχὶ ἑκάστην τῶν μονάδων ἴσην τῇ δυάδι, ἀλλ’ ὁμοῦ τὰς τέσσαρας μονάδας ἴσας ταῖς δυσὶ δυάσι. τὸ δὲ εἰσὶ δὲ υάδες αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί ἴσον ἐστὶ τῷ λέγω δὲ ὡδὶ μὲν ἴσας ὡδὶ δὲ μή , ὁμοῦ μὲν τὰς δύο δυάδας ἴσας ταῖς τέσσαρσι μονάσιν, ἑκάστην δὲ τῶν μονάδων ἑκάστῃ τῶν δυάδων οὐκ ἴσας.’ καὶ ἵνα σαφέστερος ὁ λόγος γένηται, οὕτως αὐτὸν δέξῃ· αἰ τέσσαρες μονάδες ὡδὶ μὲν ἐνοῦσαι καὶ λαμβανόμεναι ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν , ὡδὶ δέ, ἤγουν μία ἑκάστη τῶν μονάδων μιᾷ τῶν δυάδων, οὔ. εἴ τις οὖν οὕτως, φήσουσιν ἐκεῖνοι, τὴν | ἐρώτησιν ποιήσεται, κατὰ διαίρεσιν ἠρώτησε f. 29^ καίτοι μήτε τῶν μονάδων μήτε τῶν δυάδων πλεοναχῶς λεγομένων. εἶτα καὶ ἕτερον παράδειγμα τίθησι τὸ ἆρα τῶν ἐναντίων μία ἐπιστήμη; ὃ οὕτως ἂν καταλλήλως ἐρωτηθείη· ἆρ’ ἐπεὶ τῶν ἐναντίων τὰ μέν ἐστι γνωστὰ τὰ δὲ ἄγνωστα, ἔστιν αὐτῶν μία ἐπιστήμη; ταῦτα εἰπὼν λέγει ὥστε ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι· τὸν μὲν γὰρ διδάσκοντα δεῖ μὴ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ἀφ’ ἑαυτοῦ καὶ πάντα δῆλα ποιεῖν τῷ μαθητῇ, τὸν δὲ πρὸς ἀπάτην ἢ νίκην ὁρῶντα οὐδαμῶς.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
