Ancient Greek
Page 183b34
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 34-3
Not analysed yet
ταύτης δὲ τῆς πραγματείας. Πραγματείαν λέγοι ἄν ἢ τὴν τοπικὴν ἢ πᾶσαν τὴν λογικήν. μάλιστα μισθωτοὺς δὲ καλεῖ τοὺς σοφιστὰς ὡς ἀπὸ φαινομένης πλουτοῦντας σοφίας. τίς δὲ ἡ Γοργίου πραγματεία, ᾗ ὁμοίαν λέγει τὴν σοφιστικήν, δήλη τοῖς τὸν Πλάτωνος Γοργίαν ἀνεγνωκόσι. λέγει δὲ τοὺς σοφιστὰς τοιούτους διδάσκειν λόγους εἰς οὓς ἐγίνωσκον τοὺς ἀλλήλων λόγους ἐμπίπτειν· οὗτοι δὲ ἦσαν οἱ ἐκ τῆς ὁμωνυμίας, οἱ ἐκ τῆς ἀμφιβολίας καὶ οἱ λοιποί. τὰ δὲ ἑξῆς δῆλα.