Ancient Greek
Page 170a34
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 34.1-2
Not analysed yet
Δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων. Εἰπὼν ὅτι ἄπειροί εἰσιν οἱ ἀληθεῖς ἔλεγχοι καὶ ἐν πάσαις ταῖς ἐπι- στήμαις δυνάμενοι γίνεσθαι, ὁμοίως δὲ ἄπειροι καὶ οἱ ἐναντίοι τούτοις ψευδεῖς συλλογισμοί (κατὰ πᾶσαν γὰρ τέχνην ἐγχωρεῖ γίνεσθαι καὶ τούτους), φησὶν ὅτι τὸ παραδοῦναι ἐλέγχους καθολικοὺς πάντων τῶν ψευδῶν συλλο- γισμῶν οὐ τῆς παρούσης ἐστὶ σκέψεως. νῦν γάρ, φησίν, οὐ ληπτέον τόπους καὶ ἀρχὰς πάντων τῶν ἀληθῶν ἐλέγχων ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικήν· τοῦτο δέ ἐστιν, ἤτοι τὸ τοῦτο ποιῆσαι, οἰκεῖόν ἐστι τῇ διαλεκτικῇ καὶ τοῖς ἐν ἐκείνῃ παραδιδομένοις τόποις. καὶ προστίθησιν ἐφεξῆς τὴν αἰτίαν τοῦ τὴν διαλεκτικὴν δύναμιν [ἐν] πᾶσιν ἐπιχειρεῖν οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν· ἐν ἁπάσῃ γὰρ τέχνῃ δύναται ὁ διαλεκτικὸς συλλογίζεσθαι ἐκ κοινῶν καὶ ἐνδόξων. ἀλλὰ καὶ τὸν ἐλέγχοντά τινα κατά τινα ἐπιστήμην, εἴτε ἀληθῶς ἐλέγχει εἴτε φαινομένως, οὐ παντός ἐστι διαγνῶναι ἀλλὰ τοῦ ἐπιστήμονος μόνου· ὁ τοιοῦτος γὰρ δυνήσεται γνῶναι εἰ ἐκ τῶν οἰκείων τῇ ἐπιστήμῃ λημμάτων ὁ ἐλέγχων ἐλέγχει. τὸν δὲ ἐλέγχοντα ἀπό τινων κοινῶν καὶ ἐνδόξων διαγνώσεται ὁ διαλεκτικός. καὶ ὅπως προστίθησι δυνάμει λέγων ῾ὡς ἤδη φθάσαντες παραδεδώκαμεν ἐν τοῖς Τοπικοῖς, ἐξ ὧν ἄν τις περὶ παντὸς τοῦ προτεθέντος συλλογίσαιτο᾿. ἐκ τούτων οὖν τις ὁρμώμενος δύναται καὶ ἐλέγχειν· ὅ τε γὰρ διαλεκτικὸς ἀντίφασιν πειρᾶται συλλογίζεσθαι· τὸ δ’ αὐτὸ τοῦτο καὶ ὁ ἔλεγχος. πλὴν ποτὲ μὲν δι’ ἑνὸς συλλογισμοῦ τὴν ἀντίφασιν συμπεραίνει, ποτὲ δὲ διὰ δύο. περὶ δὲ τοῦ πότε μὲν ἐν ἑνί, πότε δὲ ἐν δυσίν, εἴρηκεν ἐν τῷ περὶ τοῦ ἐξ ἀντικειμένων συλλογίζεσθαι, ὅτι εἰ μὲν ἐν ἑνὶ βουλόμεθα συλλογίσασθαι τὴν ἀντίφασιν, χρὴ ταύτην καὶ ἐν μιᾷ τῶν προτάσεων λαβεῖν, οἷον ὅτι ἡ ἰατρικὴ ἐπιστήμη, πᾶσα ἐπιστήμη ὑπόληψις καὶ οὐχ ὑπόληψις, ἡ ἰατρικὴ ἄρα ὑπόληψις καὶ οὐχ ὑπόληψις. ἀλλ’ ἐπειδὴ ὡς φανερὸν τοῦτο οὐκ ἄν τις συγχωρήσειε πώποτε, χρὴ ἐν δυσὶ πειρᾶσθαι συνάγειν τὴν ἀντίφασιν καὶ δεικνύναι τὴν ἰατρικὴν ποτὲ μὲν ὑπόληψιν ποτὲ δὲ μὴ τοῦτο διῃρημένως καὶ ἐν δυσὶ συλλογισμοῖς. ἐροῦμεν δὲ περὶ τούτου καὶ ἐν τοῖς ἑξῆς τὰς λύσεις τῶν σοφισμάτων κατασκεπτόμενοι. Ἔχομεν ἄρα παρ’ ὅσα πάντες εἰσὶν οἱ ψευδεῖς ἔλεγχοι, ἤτοι οἱ σοφιστικοί. εἰ δὲ γινώσκομεν ὅπως γίνονται καὶ διὰ ποίας αἰτίας, εὔδηλον ὡς καὶ τὰς λύσεις τούτων ἔχομεν· ἃ γὰρ ἐνιστάμενοι προφέρομεν τοῖς συλλογιζομένοις παρ’ ὁμωνυμίαν ἢ ἀμφιβολίαν ἢ κατά τινα τῶν λοιπῶν τρόπων, ταῦτα ἂν εἶεν καὶ λύσεις αὐτῶν. ὅταν γὰρ ὁ σοφιστὴς ἐλέγχῃ τὸν λέγοντα τὸν κύνα μὴ ὑλακτεῖν, ὡς ὑλακτοῦντος δηλονότι τοῦ χερσαίου, αὐτοὶ ἐνιστάμενοι ὡς περὶ ἄλλου τὴν ἀπόκρισιν δόντες εἴημεν ἄν ἐκ ταύτης τῆς ἐνστάσεως λύοντες καὶ τὸν φαινόμενον ἔλεγχον. ἐπειδὴ δέ, φησίν, ἔχομεν παρ’ ὁπόσα γίνονται οἱ σοφιστικοὶ ἔλεγχοι, ἔχομεν ἄρα καὶ παρ’ ὁπόσα γίνονται οἱ φαινόμενοι. τοῦτο δὲ καὶ ἐν τοῖς ἄνωθεν εἰρημένοις εἶπε. φαινομένους δὲ λέγει ἐλέγχους οὐχὶ τοὺς τυχοῦσι δοκοῦντας καὶ ἰδιώταις (οἰ γὰρ μὴ εἰδότες ἐξ οἱωνδήποτε ὥστε καὶ ἄπειρα ἔσονται τὰ τοὺς τοιούτους ἀπατῶντα), ἀλλὰ τοὺς [φαινομένους ἐλέγχους λέγω] τοῖς εἰδόσι καὶ ἐπιστήμοσιν. ἀλλὰ καὶ ὁ διαλεκτικὸς μόνος, φησί, δύναται γνῶναι παρ’ ὅσα διὰ τῶν κοινῶν γίνεται ἀληθὴς ἔλεγχος ἢ φαινόμενος. τίς δὲ ὁ ἀληθὴς ἔλεγχος καὶ τίς ὁ φαινόμενος καὶ τίς ὁ διαλεκτικὸς καὶ ὁ φαινόμενος διαλεκτικός, ἐπὶ δὲ τούτοις καὶ ὁ πειραστικός, εἴρηται πολλάκις, καὶ περιττὸν αὖθις λέγειν περὶ αὐτῶν.