Ancient Greek
Page 171b34
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 34.1-3
Not analysed yet
῾Ο δ’ ἐριστικός ἐστί πὼς οὕτως ἔχων πρὸς τὸν διαλεκτικόν. Τέσσαράς τινας λαμβάνει, ἐριστικὸν καὶ διαλεκτικόν, ψευδογράφον καὶ γεωμετρικόν, καὶ φησὶν ὅτι ὡς ἔχει ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην (ὐποδύεται γὰρ αὐτὸν καὶ ἀπὸ τῶν οἰκείων αὐτοῦ ἀρχῶν συλλογίζεται), καὶ ὁ ἐριστικὸς ἔχει πρὸς τὸν διαλεκτικόν. προσέθηκε δὲ τὸ πώς, ὅτι ὁ μὲν διαλεκτικὸς καὶ ἐκ δοκούντων καὶ ἐξ ὄντων συλλογίζεται, ὁ δὲ ἐριστικὸς ἐκ δοκούντων μὲν μὴ ὄντων δὲ ἀλλὰ φαινομένων. ἐλλιπῶς δὲ ἔχει ἡ λέξις· ἔστι δὲ τὸ πλῆρες τοιοῦτον· ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται, ὥσπερ καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ. πῶς δὲ ἐκ τῶν αὐτῶν; ὅτι καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικὸς ἐξ ἐνδόξων, ἀλλ’ ὁ μὲν ἐκ δοκούντων καὶ ὄντων, ὡς εἴρηται, ὁ δὲ ἐκ δοκούντων μὴ ὄντων δέ. διὰ τοῦτο οὐκ ἔστιν ἐριστικὸς ὁ ψευδογράφος, ὅτι οὐκ ἐκ δοκούντων μὲν ἐνδόξων μὴ ὄντων δὲ ἀλλ’ ἐκ τῶν ἀρχῶν καὶ συμπερασμάτων τῶν ὑπὸ τὴν τέχνην ψευδογραφεῖ. ὁ δ’ ὑπὸ τὴν διαλεκτικήν, ἤγουν ὁ ἐριστικός, περὶ μὲν τὰ ἄλλα, ἤτοι τὰ μαθήματα, ὅτι ἐριστικός ἐστιν, οὐκ ἄδηλον· οὐ γὰρ ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τὸν κύκλον τετραγωνίζειν πειρᾶται ἀλλ’ ἔκ τινων κοινοτέρων, ὥσπερ ὁ Βρύσων, οὗ ὁ τετραγωνισμός ἐστι καὶ ἐριστικός. ὁ δὲ διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τοὺς λόγους ποιεῖται. καὶ διὰ τοῦτο τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἐπ’ ἄλλα, ὅτι τὰς ἀρχὰς τῆσδε τῆς ἐπιστήμης ἀδύνατον ἐπ’ ἄλλην μετάγειν· τὸν δὲ τοῦ Βρύσωνος πρὸς πολλά, ὥσπερ καὶ ἐν τῇ Ἀποδεικτικῇ εἴρηται τῷ Ἀριστοτέλει ὅτι “κατὰ κοινόν τε γὰρ δεικνύουσιν οἱ τοῦ Βρύσωνος λόγοι, ὃ καὶ ἑτέρῳ ὑπάρξει· διὸ καὶ ἐπ’ ἄλλων ἐφαρμόττουσιν οἱ λόγοι οὐ συγγενῶν”. οἷς γὰρ ὁ Βρύσων ἐπὶ ποσὸν ἐχρήσατο, ταῦτ’ ἔστι μετενεγκεῖν καὶ ἐπὶ ποιά· ἔστι γὰρ οὕτως εἰπεῖν· τὸ ψιμμύθιον καὶ ὠὸν χιόνος μὲν μελάντερα, τιτάνου δὲ λευκότερα· τὰ δὲ τῶν αὐτῶν λευκότερα καὶ μελάντερα ὁμοίως εἰσὶ λευκά· τὸ ὠὸν ἄρα καὶ τὸ ψιμμύθιον ὁμοίως εἰσὶ λευκά. πάλιν ὁ γλίχων καὶ τὸ σκόροδον πυρὸς μὲν ψυχρότερα, ἐλαίου δὲ θερμότερα· τὰ δὲ τῶν αὐτῶν θερμότερα καὶ ψυχρότερα ὁμοίως εἰσὶ θερμά· ὁ γλίχων ἄρα καὶ τὸ σκόροδον ὁμοίως εἰσὶ θερμά. ὥστε τὸν Βρύσωνος συλλογισμὸν δυνάμεθα μετενεγκεῖν καὶ εἰς ἄλλα, ὅταν οἱ ἀποκρινόμενοι ἢ ἀκροώμενοι ἀγνοῶσι καὶ οὐκ ἴσασι (δεῖ δὲ ἔξωθεν ὑπακούειν τὸ ἐκ τίνων μὲν συνάγεται τὸ ἀδύνατον, ἐκ τίνων δὲ οὐκ ἀληθῶς. ἢ καὶ οὕτως συμβιβάσεις τὸ ἀπορούμενον ὡδὶ λέγων· τὸν μὲν τοῦ Ἀντιφῶντος, δηλονότι τὸν διὰ τῶν μηνίσκων, οὐκ ἔστι μετενεγκεῖν, τὸν δὲ ὡς ἀπὸ κοινοῦ λαμβάνοντα ἔστι μετενεγκεῖν τὸν τοῦ Βρύσωνος πρὸς πολλοὺς διαλεγομένῳ, ὅσοι μὴ ἴσασιν ἀληθῶς τὸ δυνατὸν ἐν ἑκάστῳ καὶ τὸ ἀδύνατον· ἁρμόσει γὰρ ἐπὶ πολλὰ μεταχθῆναι οὗτος παρὸ ὁ τοῦ Ἀντιφῶντος. πάλιν ἐάν τις συλλογίζηται ὅτι οὐ συμφέρει περιπατεῖν ἀπὸ δείπνου, ὅτι κίνησις οὐκ ἔστιν, ὡς ὁ Ζήνων συλλογίζεται, οὐκ ἔστιν ἰατρικός· οὐ γὰρ ἔκ τινων ἰατρικῶν ἐστιν ἀρχῶν ἀλλ’ ἐκ κοινῶν. διὸ ἔστι καὶ τοῦτον μετενεγκεῖν εἰς ἄλλα, οἷον ὅτι οὐ συμφέρει εἰς ἀγορὰν ἢ εἴς διδασκαλεῖον φοιτᾶν· οὐ γὰρ ἔστι κίνησις. ὁ δὲ λέγων μὴ δεῖν ἀπὸ δείπνου περιπατεῖν, ἵνα μὴ ἄπεπτα τὰ βρώματα ὑπὸ |τῶν φλεβῶν ἕλκηται, ἰατρικός, καὶ οὐκ ἔστιν εἰς ἄλλα μετενεγκεῖν.