# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 34.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 168a34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/34.1

Oἱ δὲ παρὰ τὸ συμβεβηκὸς ὁρισθέντος τοῦ συλλογισμου. ᾿ Ανήγαγε μὲν ἐν τοῖς ἄνωθεν εἰρημένοις τοὺς παρὰ τὴν λέξιν παραλογισμοὺς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. νῦν δὲ καὶ τὸν πρῶτον τῶν ἐκτὸς τῆς λέξεως τὸν παρὰ τὸ συμβεβηκὸς εἰς τὴν τοῦ ἐλέγχου ἀνάγει ἄγνοιαν, καὶ φησὶν ὡς ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ φανερὸν γενήσεται καὶ ἡ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν τῶν τοιούτων σοφισμάτων ἀναγωγή. ὅτι δὲ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ εἰς τὴν ῥηθεῖσαν ἀνάγεται τοῦ ἐλέγχου ἄγνοιαν, πιστοῦται ἐκ τοῦ τὸν συλλογισμὸν ὁρίσασθαι· εἰ γὰρ συλλογισμός ἐστι ‟λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, ἐπὶ δὲ τοῦ συμβεβηκότος οὐκ ἀπὸ τῶν κειμένων ἕτερόν τι συνάγεται, ὁ ἀπὸ τοὐ συμβεβηκότος ἄρα οὐκ ἔστι συλλογισμός, διὸ οὐδὲ ἔλεγχος. φανερὸν ἄρα ὡς καλῶς καὶ οὗτος ἀνάγεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἀγνοεῖ γὰρ πῶς δεῖ ἐλέγχειν ὁ οὕτως ἐλέγχειν δοκῶν. τούτῳ δὲ τοῦ ἐλέγχου ὁ συλλογισμὸς διενήνοχε, τῷ προσκεῖσθαι ἐπ’ αὐτοῦ τὴν ἀντίφασιν· ἔλεγχος γάρ ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος. εἰ γάρ τις συλλογίσαιτο τὸν ἄνθρωπον κατ’ οὐδενὸς λίθου διὰ μέσου τοῦ ζῴου οὕτω λέγων ῾τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον κατ’ οὐδενὸς λίθου᾿ , ἐνίσταται δέ τις πρὸς αὐτὸν μὴ οὕτως ἔχειν τὸ συναγόμενον, ἀλλὰ κατὰ τινὸς λίθου κατηγορεῖσθαι τὸν ἄνθρωπον, εἰ τοῦτο τεθῇ, προσληφθῇ δὲ καὶ ἡ ἑτέρα πρότασις ἡ τὸ ζῷον ἀπὸ τοῦ λίθου ἀποφάσκουσα, ἐν τρίτῳ σχήματι ὁ συλλογισμὸς γενήσεται τὸ ζῷον κατ’ οὐ παντὸς ἀνθρώπου συνάγων, ὅπερ ἐστὶ ψεῦδος· παντὶ γὰρ ἀνθρώπῳ τὸ ζῷον· καὶ οὕτως ὁ συλλογισμὸς τοῦ ἐλέγχου γενήσεται τὴν ἀντίφασιν τοῦ πρώην ἔχων συμπεράσματος. οὗτος οὖν ὁ κυρίως ἔλεγχος, ἐν ᾧ ἡ ἀντίφασις τοῦ συμπερανθέντος παραλαμβάνεται. ὁ δ’ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἔλεγχος. ἐν δευτέρῳ δὲ σχήματι καὶ τὸν τοιοῦτον συνακτέον συλλογισμόν. ὅτι μὲν οὖν ὁ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως, εἴρηταί τε καὶ δέδεικται. ὅτι δὲ καὶ περὶ ἄλλων τινῶν, οὐ μὴν ἀλλὰ καὶ περὶ τούτου καὶ Ἀριστοτέλης αὐτὸς ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν εἴρηκε καὶ ἡμεῖς ἐν ταῖς ἡμετέραις εἰς ἐκεῖνα σχολαῖς, οἱ τῷ τοιούτῳ ἐντυχόντες ὑπομνήματι γνώσονται, ἐν ᾧ καὶ τὸν ἀπὸ τοὐ συμβεβηκότος μὴ ὄντα συλλογισμὸν ἀπεδείξαμεν διὰ τὸ μὴ ἐκ τῶν κειμένων συνάγειν τι ἕτερον. παντὶ γὰρ δῆλον ὡς οὐκ ἔστιν ὁ τοιοῦτος σώζων ἐν ἑαυτῷ τὸν τοῦ συλλογισμοῦ ὁρισμόν· τὸ γὰρ τὸν ἄνθρωπον λέγειν μουσικόν, τὸ δὲ μουσικὸν συμβεβηκός, εἶτα τὸν ἄνθρωπον συνάγειν συμβεβηκὸς καὶ τὴν οὐσίαν ποιὸν πόρρω τῆς συλλογιστικῆς μεθόδου ἐστί. τὸ δὲ οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι κατασκευαστικὴ αἰτία ἐστὶ τοῦ μὴ εἷναι τὸν ἀπὸ τοῦ συμβεβηκότος συλλογισμὸν συλλογισμόν. κειμένων μὲν γάρ τινων κατὰ τὴν συλλογιστικὴν μέ|θοδον κατ’ ἐκείνην συνάγεται συλλογιστικὸν καὶ τὸ συναγόμενον· εἰ δὲ μή, ὡς ἡ τέχνη παρακελεύεται, οἱ ὅροι τεθῶσιν, ἀλλ’ ἄλλως ληφθῶσι καὶ ἄλλως, οὐδὲ τὸ συμπέρασμα τεχνηέντως συμπερανθήσεται, ὥσπερ δὴ κἀπὶ τοῦ παραδείγματος γινόμενον φαίνεται. ἀσάφειαν δὲ τῷ λόγῳ ἐνεποίησε διά τε τοῦ τὸν ἐλάττονα ὅρον παραλιπεῖν, εἰ καὶ μὴ πάντῃ, καὶ διὰ τοῦ τὸ τόδε τι ἐπὶ τοῦ συνθέτου λαβεῖν ἐπὶ οὐσίας μόνης λεγόμενον· πᾶσα γὰρ οὐσία τόδε τι σημαίνειν δοκεῖ. δεῖ οὖν καταστῆσαι τὴν λέξιν καὶ οὕτως εἰπεῖν· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, ἤτοι οὐ γὰρ εἰ Σωκράτους ὄντος λευκόν ἐστι, τὸ δὲ λευκὸν χρῶμα διακριτικὸν ὄψεως ἀντὶ γὰρ τοῦ χρώματος τὸ λευκὸν παρέλαβεν), ἀνάγκη τὸν Σωκράτην χρῶμα εἶναι διακριτικὸν ὄψεως διὰ τὸν ἐπισυναχθέντα ψευδῆ συλλογισμόν· τούτου γὰρ δηλωτικὸν τὸ διὰ τὸν συλλογισμόν. ἢ τὸ διὰ τὸν συλ- λογισμὸν ἀντὶ τοῦ ἴδιά τὸν φαινόμενον μὲν εἶναι συλλογισμὸν μὴ ὄντα δὲ διὰ τὸ ἀπὸ τοῦ συμβεβηκότος συναγόμενον ψεῦδος'. οὐ γὰρ συλλογισμὸς ὁ τοιοῦτος διὰ τὸ μηδὲ τὸν αὐτὸν μέσον ἐν ἀμφοτέραις λαμβάνεσθαι ταῖς προτάσεσιν, εἰ καὶ τοῖς ἀτέχνοις συλλογισμὸς καὶ τὸ τοιοῦτον δοκεῖ. ἄλλως μὲν γὰρ τὸ λευκὸν ἐν τῇ ἐλάττονι προτάσει παρείληπται τῇ λεγούσῃ ῾ὁ Σωκράτης λευκός ἐστι᾿ καὶ ἄλλως ἐν τῇ μείζονι· ἐν μὲν γὰρ τῇ ἐλάττονι τὸ σύνθετον παρελήφθη, αὐτὴ λέγω ἡ οὐσία μετὰ τῆς ποιότητος, ἐν δὲ τῇ μείζονι μόνη αὐτὴ ἡ ποιότης· οὐ δεῖ δ’ οὕτως ἔχειν τὸν ἀληθῶς συλλογισμόν, ἀλλὰ τὸν αὐτὸν ὅρον καὶ ὁμοίως ἐν ταῖς δυσὶ προτάσεσι παραλαμβάνεσθαι. μᾶλλον δὲ οἶμαι τὸ τοιοῦτον σόφισμα ἀπὸ τοῦ Φαιδροῦ καὶ ἐνταῦθα παρειλῆφθαι, διὰ τὸ ἐκεῖσε τὸν Σωκράτην ὁμόδουλον ἑαυτὸν ἀποφαίνειν τῷ κύκνῳ, ἵν’ ᾖ ὁ λόγος οὕτως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν μερικῶν συναγόμενος· ὁ Σωκράτης λευκός, ὁ κύκνος λευκός, ὁ Σωκράτης ἄρα κύκνος, ὡς εἶναι τὸ τοῦτο δέ ἐστι λευκόν ἴσον τῷ ῾τοῦτο δὲ τὸ λευκὸν κύκνος ἐστί’, καὶ δεῖ παραλαμβάνειν ἀντὶ τοῦ λευκοῦ τὸν κύκνον. τὸ δὲ οὐδ’ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει κατασκευαστικόν ἐστι καὶ αὐτὸ τοῦ μὴ εἶναι τοῦ συμβεβηκότος συλλογισμόν. τοῦτο δέ ἐστιν ὅ φησιν· οὐ γὰρ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι, ὅ τι σχῆμα, ἐστὶ τοῦτο, τουτέστι τοῦτο, λέγω δὴ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ὑπάρξει παντὶ σχήματι· τοῦτο γὰρ τὸ ὅ τι σχῆμα σημαίνει. ἢ οὕτω· οὐδ’ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ σχήματι εἶναι, ὅτι σχῆμα, ἀντὶ τοῦ ῾διότι σχῆμ’ τὸ τρίγωνον’, ἤδη παντὶ σχήματι τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ὑπάρξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος ποιοῦμεν τὴν τῶν γωνιῶν ἀπόδειξιν, ἀλλ’ ὡς ἐπὶ τριγώνου. ἡ δὲ τῶν παραλογισμῶν ἀγωγὴ ἐν τρίτῳ σχήματι συναχθήσεται· τὸ τρίγωνον σχῆμά ἐστι, τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, τὸ σχῆμα ἄρα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. ὥστε καὶ τὸ τετράγωνον διὰ τὸ εἶναι σχῆμα τὰς γωνίας τοιαύτας ἕξει· τοῦτο δὲ ἄτοπον· οὐ γάρ ἐστι τὸ ὀκτάγωνον τοιοῦτον ἢ τὰ λοιπὰ σχήματα ἢ ὁ κύκλος. ἀλλὰ καὶ ὁ συλλογισμὸς ὁ συνάγων διὰ μέσου τοῦ τριγώνου, ὅτι ἡ ἀρχὴ καὶ τὸ πρῶτον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἐν τρίτῳ συνάγεται σχήματι. δεῖ οὖν οὕτως εἰπεῖν· οὐκ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, διότι τοῦτο, τουτέστι τὸ τρίγωνον σχῆμά ἐστιν ἢ ἀρχὴ ἢ πρῶτον, ἤδη πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἕξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος τὰς τῶν γωνιῶν ἀποδείξεις ἀλλ’ ὡς ἐπὶ τριγώνου ποιοῦμεν, οὐδ’ ὡς ἐπὶ πρώτου ἢ ἀρχῆς. ὅμοιος τοῖς ῥηθεῖσιν παραλογισμοῖς ἐστι καὶ οὗτος· ὁ κύων σός ἐστιν· οὗτος πατήρ ἐστιν· ὁ κύων ἄρα σὸς πατήρ ἐστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σοφισμά|των τῶν παρὰ τὸ συμβεβηκός· ἐλλιπὴς γὰρ ἡ λέξις. εἰ οὖν ὁ ἔλεγχος συλλογισμός τίς ἐστιν, ὁ δὲ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἔστι συλλογισμός, οὐδὲ ἔλεγχος ἄρα. διὰ δὲ τὸ ἀγνοεῖν τὸν κυρίως ἔλεγχον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες περὶ ἕκαστα ὑπὸ τῶν ἀνεπιστημόνων, ἤτοι τῶν σοφιστῶν, δοκοῦσιν ἐλέγχεσθαι· τοῦτο γάρ ἐστι τὸ ἐλέγχονται. ἕκαστος γὰρ ἐπιστήμων, εἰ τύχῃ ἀγνοῶν τίς ὁ ἔλεγχος, ἀπατηθήσεται περὶ ἐκεῖνα, περὶ ἅ ἐστιν ἐπιστήμων, ὑπὸ τοῦ ἀνεπιστήμονος, ὅστις ἐστὶν ὁ σοφιστής· οἷον ὁ περὶ τὰ μαθηματικὰ ἢ τὰ μουσικὰ ἐπιστήμων ἀγνοῶν τὸν ἀπὸ τοὐ συμβεβηκότος συλλογισμὸν ἢ ἔλεγχον ἀπατηθήσεται· ἀπὸ γὰρ τῶν συμβεβηκότων ποιοῦνται πρὸς τοὺς ἐπιστήμονας οἱ ἀνεπιστήμονες τοὺς συλλογισμούς. οἱ δὲ ἐπιστήμονες, εἰ τύχωσι μὴ δυνάμενοι διαιρεῖν καὶ διακρίνειν ποῖοι ὁ ἀπὸ τῶν καθ’ αὑτὸ συλλογισμοὶ καὶ ποῖοι οἱ ἀπὸ τῶν κατὰ συμβεβηκός, ἢ ἐρω- τώμενοι συγχωροῦσι τὰ ἐρωτηθέντα καὶ ἐλέγχονται, ἢ μὴ συγχωροῦντες ἀλλὰ τὴν σιωπὴν τιμῶντες καὶ οὕτως συγκατανεύειν τῇ ἐρωτήσει παρὰ τῶν ἀκουόντων ὑπολαμβάνονται διὰ τὸ τὴν σιωπὴν συγκαταθέσεως εἶναι δηλωτικήν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
